1 Ὄφελον ἀνείχεσθέ μου μικρόν τι ἀφροσύνης ἀλλὰ καὶ ἀνέχεσθέ μου

2 ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ

3 Φοβοῦμαι δὲ μή πως ὡς ὄφις ἐξηπάτησεν Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος καὶ τῆς ἁγνότητος τῆς εἰς ‹τὸν› Χριστόν

4 εἰ μὲν γὰρ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν πνεῦμα ἕτερον λαμβάνετε οὐκ ἐλάβετε εὐαγγέλιον ἕτερον οὐκ ἐδέξασθε καλῶς ἀνέχεσθε

5 Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν Ὑπερλίαν ἀποστόλων

6 εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ ἀλλ’ οὐ τῇ γνώσει ἀλλ’ ἐν παντὶ φανερώσαντες ἐν πᾶσιν εἰς ὑμᾶς

7 ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε ὅτι δωρεὰν τὸ τοῦ Θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν

8 ἄλλας ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν

9 καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐθενός τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας καὶ ἐν παντὶ ἀβαρῆ ἐμαυτὸν ὑμῖν ἐτήρησα καὶ τηρήσω

2 Corinthians 11:1-9, Hebrew & Greek Study Bible. Public domain.
2 Corinthians 10
Top of Page
Top of Page
Copied