Par 

20 Ποῦ σοφός ποῦ γραμματεύς ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου οὐχὶ ἐμώρανεν Θεὸς τὴν σοφίαν τοῦ κόσμου

21 ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω κόσμος διὰ τῆς σοφίας τὸν Θεόν εὐδόκησεν Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας

22 Ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖα αἰτοῦσιν καὶ Ἕλληνες σοφίαν ζητοῦσιν

23 ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον Ἰουδαίοις μὲν σκάνδαλον ἔθνεσιν δὲ μωρίαν

24 αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησιν Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν

25 Ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων

26 Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν ἀδελφοί ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα οὐ πολλοὶ δυνατοί οὐ πολλοὶ εὐγενεῖς

27 ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο Θεός ἵνα καταισχύνῃ τοὺς σοφούς καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο Θεός ἵνα καταισχύνῃ τὰ ἰσχυρά

1 Corinthians 1:20-27, Hebrew & Greek Study Bible. Public domain.
Romans 16
Top of Page
Top of Page
Copied