Nehemiah 11
Berean Greek Bible Par ▾ 

Jerusalem’s New Settlers

1Καὶ ἐκάθισαν οἱ ἄρχοντες τοῦ λαοῦ ἐν Ἰερουσαλήμ· καὶ οἱ κατάλοιποι τοῦ λαοῦ ἐλάβοσαν κλήρους ἐνέγκαι ἕνα ἀπὸ τῶν δέκα καθίσαι ἐν Ἰερουσαλήμ, πόλει τῇ ἁγίᾳ, καὶ ἐννέα μέρη ἐν ταῖς πόλεσιν. 2καὶ εὐλόγησεν ὁ λαὸς τοὺς πάντας ἄνδρας τοὺς ἑκουσιαζομένους καθίσαι ἐν Ἰερουσαλήμ.

3καὶ οὗτοι οἱ ἄρχοντες τῆς χώρας οἳ ἐκάθισαν ἐν Ἰερουσαλήμ· καὶ ἐν πόλεσιν Ἰούδα ἐκάθισεν ἀνὴρ ἐν κατασχέσει αὐτοῦ ἐν πόλεσιν αὐτῶν, Ἰσραήλ, οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ οἱ υἱοὶ δούλων Σαλωμών. 4καὶ ἐν Ἰερουσαλὴμ ἐκάθισαν ἀπὸ υἱῶν Ἰούδα καὶ ἀπὸ υἱῶν Βενιαμείν. ἀπὸ υἱῶν Ἰούδα· Ἀθεὰ υἱὸς Ἀζὲδ υἱὸς Ζαχαριὰ υἱὸς Σαμαρειὰ υἱὸς Σαφατιὰ υἱὸς Μαλελήμ, καὶ ἀπὸ υἱῶν Φάρες. 5καὶ Μαασειὰ υἱὸς Βαροὺχ υἱὸς Χαλεὰ υἱὸς Ὁζειὰ υἱὸς Δαλεὰ υἱὸς Ἰωρεὶβ υἱὸς Θηζειὰ υἱὸς τοῦ Δηλωνέ. 6πάντες υἱοὶ Σέρες οἱ καθήμενοι ἐν Ἰερουσαλὴμ τετρακόσιοι ἑξήκοντα ὀκτὼ ἄνδρες δυνάμεως.

7καὶ οὗτοι υἱοὶ Βενιαμείν· Σηλὼ υἱὸς Ἀμεσουλά, Ἰωὰδ υἱὸς Φαλαιὰ υἱὸς Κοδιὰ υἱὸς Μαγαὴλ υἱὸς Αἰθιὴλ υἱὸς Ἰεσιά· 8καὶ ὀπίσω αὐτοῦ Γηβή, Σηλεί, ἐννακόσιοι εἴκοσι ὀκτώ. 9καὶ Ἰωὴλ υἱὸς Ζεχρεὶ ἐπίσκοπος ἐπ᾽ αὐτούς, καὶ Ἰούδας υἱὸς Ἁσανὰ ἐπὶ τῆς πόλεως δεύτερος.

10ἀπὸ τῶν ἱερέων καὶ Δαδειὰ υἱὸς Ἰωρείβ, Ἰαχείν, 11Σαραιὰ υἱὸς Ἑλκειὰ υἱὸς Μεισουλὰμ υἱὸς Σαδδοὺκ υἱὸς Μαριὼθ υἱὸς Ἀπωβώχ, ἀπέναντι οἴκου τοῦ θεοῦ. 12καὶ ἀδελφοὶ αὐτῶν ποιοῦντες τὸ ἔργον τοῦ οἴκου· Ἀμασεὶ υἱὸς Ζαχαρειὰ υἱὸς Φασσοὺρ υἱὸς Μελχειά, 13ἄρχοντες πατριῶν διακόσιοι τεσσεράκοντα δύο. καὶ Ἀμασειὰ υἱὸς Ἐσδριήλ, 14καὶ ἀδελφοὶ αὐτοῦ δυνατοὶ παρατάξεως ἑκατὸν εἴκοσι ὀκτώ, καὶ ἐπίσκοπος Βαδιήλ.

15καὶ ἀπὸ τῶν Λευειτῶν Σαμαιὰ υἱὸς Ἁσοὺβ υἱὸς Ἐζερεί· 17καὶ Μαθανιὰ υἱὸς Μαχά, καὶ Ὠβὴβ υἱὸς Σαμουεί, 18διακόσιοι ὀγδοήκοντα τέσσαρες.

19καὶ οἱ πυλωροὶ Ἀκούβ, Τελαμείν, καὶ οἱ ἀδελφοὶ αὐτῶν ἑκατὸν ἑβδομήκοντα δύο.

Residents Outside Jerusalem

22καὶ ἐπίσκοπος Λευειτῶν υἱὸς Βανεί, Ὀζεὶ υἱὸς Ἁσαβιὰ υἱὸς Μειχά. ἀπὸ υἱῶν Ἀσὰβ τῶν ᾀδόντων ἀπέναντι ἔργου οἴκου τοῦ θεοῦ.a 23ὅτι ἐντολὴ τοῦ βασιλέως εἰς αὐτούς. 24καὶ Παθαιὰ υἱὸς Βασηζὰ πρὸς χεῖρα τοῦ βασιλέως εἰς πᾶν χρῆμα τῷ λαῷ.

25καὶ πρὸς τὰς ἐπαύλεις ἐν ἀγρῷ αὐτῶν. καὶ ἀπὸ υἱῶν Ἰούδα ἐκάθισαν ἐν Καριαθὰρ 26καὶ ἐν Ἰησοὺ 27καὶ ἐν Βεηρσάβεε, 30καὶ ἐπαύλεις αὐτῶν, Λαχεὶς καὶ ἀγροὶ αὐτῆς· καὶ παρενεβάλοσαν ἐν Βεηρσάβεε. 31καὶ οἱ υἱοὶ Βενιαμεὶν ἀπὸ Γάλα, Μαχαμάς. 36καὶ ἀπὸ τῶν Λευειτῶν μερίδες Ἰούδα τῷ Βενιαμείν.


Footnotes:

22 a See Nehemiah 12:35.


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Nehemiah 10
Top of Page
Top of Page