Nehemiah 12
Berean Greek Bible Par ▾ 

The Priests and Levites Who Returned

1Καὶ οὗτοι οἱ ἱερεῖς καὶ οἱ Λευεῖται οἱ ἀναβαίνοντες μετὰ Ζοροβαβὲλ υἱοῦ Σαλαθιὴλ καὶ Ἰησοῦ· Σαραιά, Ἰερμιά, Ἐσδρά, 2Μαριά, Μαλούλ, 3Σεχενιά· a 7οὗτοι ἄρχοντες τῶν ἱερέων καὶ ἀδελφοὶ αὐτῶν ἐν ἡμέραις Ἰησοῖ.

8καὶ οἱ Λευεῖται· Ἰησού, Βανουί, Καδμιήλ, Σαραβιά, Ἰουδά, Μαχανιά· ἐπὶ τῶν χειρῶν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ 9εἰς τὰς ἐφημερίας.

10καὶ Ἰησοῦς ἐγέννησεν τὸν Ἰωακείμ, καὶ Ἰωακεὶμ ἐγέννησεν τὸν Ἐλιασείβ, καὶ Ἐλειασεὶβ τὸν Ἰωδά, 11καὶ Ἰωδὰ ἐγέννησεν τὸν Ἰωναθάν, καὶ Ἰωναθὰν ἐγέννησεν τὸν Ἰαδού.

12καὶ ἐν ἡμέραις Ἰωακεὶμ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ οἱ ἄρχοντες τῶν πατριῶν· τῷ Σαραιὰ Μαρεά, τῷ Ἰερεμιά, 13τῷ Ἔσρᾳ Μεσουλάμ, τῷ Ἀμαρειὰ Ἰωανάν, 14[τῷ μαλουχ ιωναθαν τῷ σεχενια ιωσηφ, 15τῷ αρεμ αδνας τῷ μαριωθ ελκαι, 16τῷ αδδαι ζαχαριας τῷ γαναθων μοσολλαμ, 17τῷ αβια ζεχρι τῷ βενιαμιν ἐν καιροῖς τῷ φελητι, 18τῷ βαλγα σαμουε τῷ σεμεια ιωναθαν, 19τῷ ιωιαριβ μαθθαναι τῷ ιδια οζι, 20τῷ σαλλαι καλλαι τῷ αμουκ αβεδ, 21τῷ ελκια ασαβιας τῷ ιεδεϊου ναθαναηλ.] (*)

22οἱ Λευεῖται ἐν ἡμέραις Ἐλιασείβ, Ἰωαδὰ καὶ Ἰωὰ καὶ Ἰωανὰν καὶ Ἰαδού, γεγραμμένοι ἄρχοντες πατριῶν, καὶ οἱ ἱερεῖς ἐν βασιλείᾳ Δαρείου τοῦ Πέρσου· 23υἱοὶ Λευεὶ ἄρχοντες τῶν πατριῶν γεγραμμένοι ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν καὶ ἕως ἡμερῶν Ἰωανὰν υἱοῦ Ἐλεισοῦε. 24καὶ ἄρχοντες τῶν Λευειτῶν· Ἁβιὰ καὶ Σαραβιὰ καὶ Ἰησού, καὶ υἱοὶ Καδμιὴλ καὶ οἱ ἀδελφοὶ αὐτῶν κατεναντίον αὐτῶν εἰς ὑμνεῖν, αἰνεῖν, ἐντολῇ Δαυεὶδ ἀνθρώπου τοῦ θεοῦ, ἐφημερία πρὸς ἐφημερίαν, 25ἐν τῷ συναγαγεῖν με τοὺς πυλωροὺς 26ἐν ἡμέραις Ἰωακεὶμ υἱοῦ Ἰησοῦ Εἰωσεδέκ, ἐν ἡμέραις Νεεμία· καὶ Ἔσρας ὁ ἱερεὺς ὁ γραμματεύς.b

The Dedication of the Wall

27Καὶ ἐν ἐγκαινίοις τείχους Ἰερουσαλὴμ ἐζήτησαν τοὺς Λευείτας ἐν τοῖς τόποις αὐτῶν τοῦ ἐνέγκαι αὐτοὺς εἰς Ἰερουσαλήμ, ποιῆσαι ἐνκαίνια καὶ εὐφροσύνην ἐν θωλαθὰ καὶ ἐν ᾠδαῖς, κυμβαλίζοντες καὶ ψαλτήρια. 28καὶ συνήχθησαν οἱ υἱοὶ τῶν ᾀδόντων καὶ ἀπὸ τῆς περιχώρου κυκλόθεν εἰς Ἰερουσαλὴμ καὶ ἀπὸ ἐπαύλεων 29καὶ ἀπὸ ἀγρῶν· ὅτι ἐπαύλεις οἰκοδόμησαν ἑαυτοῖς οἱ ᾄδοντες ἐν Ἰερουσαλήμ. 30καὶ ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται, καὶ ἐκαθάρισαν τὸν λαὸν καὶ τοὺς πυλωροὺς καὶ τὸ τεῖχος.

31καὶ ἀνήνεγκαν τοὺς ἄρχοντας Ἰούδα ἐπάνω τοῦ τείχους. 32καὶ ἐπορεύθη ὀπίσω αὐτῶν Ὡσαιὰ καὶ ἥμισυ ἀρχόντων Ἰούδα, 33καὶ Ζαχαρίας, Ἔσρας καὶ Μεσουλάμ, 34Ἰουδὰ καὶ Βενιαμεὶν καὶ Σαραιὰ καὶ Ἰερεμιά· 35καὶ ἀπὸ υἱῶν τῶν ἱερέων ἐν σάλπιγξιν Ζαχαρίας υἱὸς Ἰωανὰν υἱὸς Σαμαιὰ υἱὸς Ναθανιὰ υἱὸς Μειχαιὰ υἱὸς Ζακχοὺρ υἱὸς Ἀσάφ,c 36καὶ ἀδελφοὶ αὐτοῦ Σαμαιὰ καὶ Ὀζειήλ, αἰνεῖν ἐν ᾠδαῖς Δαυεὶδ ἀνθρώπου τοῦ θεοῦ· καὶ Ἔσρας ὁ γραμματεὺς ἔμπροσθεν αὐτοῦ. 37ἐπὶ πύλης τοῦ αἰνεῖν κατέναντι αὐτῶν ἀνέβησαν ἐπὶ κλίμακας πόλεων Δαυείδ, ἐν ἀναβάσει τοῦ τείχους, ἐπάνωθεν τοῦ οἴκου Δαυεὶδ καὶ ἕως πύλης τοῦ ὕδατος

38[καὶ περὶ αἰνέσεως ἡ δευτέρα ἐπορεύετο συναντῶσα αὐτοῖς καὶ ἐγὼ ὀπίσω αὐτῆς καὶ τὸ ἥμισυ τοῦ λαοῦ ἐπάνω τοῦ τείχους ὑπεράνω τοῦ πύργου τῶν θεννουριμ καὶ ἕως τοῦ τείχους τοῦ πλατέος. 39καὶ ὑπεράνω τῆς πύλης εφραιμ καὶ ἐπὶ πύλην τῆς ισανα καὶ ἐπὶ πύλην τὴν ἰχθυηρὰν καὶ πύργῳ ανανεηλ καὶ ἕως πύλης τῆς προβατικῆς καὶ ἔστησαν ἐν πύλῃ τῆς φυλακῆς. 40καὶ ἔστησαν αἱ δύο τῆς αἰνέσεως ἐν οἴκῳ τοῦ θεοῦ καὶ ἐγὼ καὶ τὸ ἥμισυ τῶν στρατηγῶν μετ' ἐμοῦ. 41καὶ οἱ ἱερεῖς ελιακιμ μαασιας βενιαμιν μιχαιας ελιωηναι ζαχαριας ανανιας ἐν σάλπιγξιν. 42καὶ μαασιας καὶ σεμειας καὶ ελεαζαρ καὶ οζι καὶ ιωαναν καὶ μελχιας καὶ αιλαμ καὶ εζουρ καὶ ἠκούσθησαν οἱ ᾄδοντες καὶ ἐπεσκέπησαν.] (*) 43καὶ ἔθυσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θυσιάσματα μεγάλα καὶ ηὐφράνθησαν, ὅτι ὁ θεὸς ηὔφρανεν αὐτοὺς μεγάλως· καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ηὐφράνθησαν, καὶ ἠκούσθη ἡ εὐφροσύνη ἐν Ἰερουσαλὴμ ἀπὸ μακρόθεν.

Provisions for Temple Worship

44Καὶ κατέστησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἄνδρας ἐπὶ τῶν γαζοφυλακίων, τοῖς θησαυροῖς, ταῖς ἀπαρχαῖς καὶ ταῖς δεκάταις καὶ τοῖς συνηγμένοις ἐν αὐτοῖς ἄρχουσιν τῶν πόλεων, μερίδας τοῖς ἱερεῦσι καὶ τοῖς Λευείταις, ὅτι εὐφροσύνη ἐν Ἰούδᾳ ἐπὶ τοὺς ἱερεῖς καὶ ἐπὶ τοὺς Λευείτας τοὺς ἑστῶτας. 45καὶ ἐφύλαξαν φυλακὰς θεοῦ αὐτῶν καὶ φυλακὰς τοῦ καθαρισμοῦ καὶ τοὺς ᾄδοντας καὶ τοὺς πυλωρούς, ὡς ἐντολαὶ Δαυεὶδ καὶ Σαλωμὼν υἱοῦ αὐτοῦ. 46ὅτι ἐν ἡμέραις Δαυεὶδ Ἀσὰφ ἀπ᾽ ἀρχῆς πρῶτος τῶν ᾀδόντων καὶ ὕμνον καὶ αἴνεσιν τῷ θεῷ. 47καὶ πᾶς Ἰσραὴλ ἐν ἡμέραις Ζοροβαβὲλ διδόντες μερίδας τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν, λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ, καὶ ἁγιάζοντες τοῖς Λευείταις, καὶ οἱ Λευεῖται ἁγιάζοντες τοῖς υἱοῖς Ἀαρών.


Footnotes:

5 a See Nehemiah 10:8.
26 b See 1 Chronicles 6:14.
35 c See Nehemiah 11:22.


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Nehemiah 11
Top of Page
Top of Page