Job 19
Berean Greek Bible Par ▾ 

Job: My Redeemer Lives

1Ὑπολαβὼν δὲ Ἰὼβ λέγει

2Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου, καὶ καθαιρεῖτε με λόγοις;

3γνῶτε μόνον ὅτι ὁ κύριος ἐποίησέ με οὕτως· καταλαλεῖτέ μου, οὐκ αἰσχυνόμενοί με ἐπίκεισθέ μοι.

4ναὶ δὴ ἐπ᾽ ἀληθείας ἐγὼ ἐπλανήθην, παρ᾽ ἐμοὶ δὲ αὐλίζεται πλάνος, 1 λαλῆσαι ῥήματα ἃ οὐκ ἔδει, τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ.

5ἔα δὲ ὅτι ἐπ᾽ ἐμοὶ μεγαλύνεσθε· ἐνάλλεσθε δέ μοι ὀνείδει.

6γνῶτε οὖν ὅτι ὁ κύριός ἐστιν ὁ ταράξας, ὀχύρωμα δὲ αὐτοῦ ἐπ᾽ ἐμὲ ὕψωσεν.

7ἰδοὺ γελῶ ὀνείδει καὶ οὐ λαλήσω· κεκράξομαι, καὶ οὐδαμοῦ κρίμα.

8κύκλῳ περιῳκοδόμημαι, καὶ οὐ μὴ διαβῶ, ἐπὶ πρόσωπόν μου σκότος ἔθετο.

9τὴν δὲ δόξαν ἀπ᾽ ἐμοῦ ἐξέδυσεν, ἀφεῖλεν δὲ στέφανον ἀπὸ κεφαλῆς μου.

10διέσπασέν με κύκλῳ καὶ ᾠχόμην, ἐξέκοψεν δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου.

11δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο, ἡγήσατο δέ με ὥσπερ ἐχθρόν.

12ὁμοθυμαδὸν δὲ ἦλθον τὰ πειρατήρια αὐτοῦ ἐπ᾽ ἐμοί, ταῖς ὁδοῖς μου ἐκύκλωσαν ἐνκάθετοι.

13ἀπ᾽ ἐμοῦ ἀδελφοί μου ἀπέστησαν, ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ· φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν.

14οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου, καὶ οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου.

15γείτονες οἰκίας θεράπαιναί τε μου, ἀλλογενὴς ἤμην ἐναντίον αὐτῶν.

16θεράποντά μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσεν· στόμα δέ μου ἐδέετο,

17καὶ ἱκέτευον τὴν γυναῖκά μου, προσεκαλούμην δὲ κολακεύων υἱοὺς παλλακίδων μου·

18οἱ δὲ εἰς τὸν αἰῶνα ἀπεποιήσαντό με· ὅταν ἀναστῶ, κατ᾽ ἐμοῦ λαλοῦσιν.

19ἐβδελύξαντό με οἱ ἰδόντες με· οὓς δὴ ἠγαπήκειν, ἐπανέστησάν μοι.

20ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου, τὰ δὲ ὀστᾶ μου ἐν ὀδοῦσιν ἔχεται.

21ἐλεήσατέ με, ἐλεήσατέ με, ὦ φίλοι· χεὶρ γὰρ Κυρίου ἡ ἁψαμένη μού ἐστιν.

22διὰ τί με διώκετε ὥσπερ καὶ ὁ κύριος, ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε;

23τίς γὰρ ἂν δῴη γραφῆναι τὰ ῥήματά μου, τεθῆναι δὲ αὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα,

24ἐν γραφίῳ σιδηρῷ καὶ μολίβῳ;

25οἶδα γὰρ ὅτι ἀέναός ἐστιν ὁ ἐκλύειν με μέλλων· ἐπὶ γῆς

26ἀναστήσαι τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα. παρὰ γὰρ Κυρίου ταῦτά μοι συνετελέσθη,

27ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι, ἃ ὁ ὀφθαλμός μου ἑόρακεν καὶ οὐκ ἄλλος· πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ.

28εἰ δὲ καὶ ἐρεῖτε Τί ἐροῦμεν ἔναντι αὐτοῦ; καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ·

29εὐλαβήθητε δὴ καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος· θυμὸς γὰρ ἐπ᾽ ἀνόμους ἐπελεύσεται, καὶ τότε γνώσονται ποῦ ἔστιν αὐτῶν ἡ ὕλη.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Job 18
Top of Page
Top of Page