Jacob Meets Rachel 1Καὶ ἐξάρας Ἰακὼβ τοὺς πόδας ἐπορεύθη εἰς γῆν ἀνατολῶν πρὸς Λαβὰν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου, ἀδελφὸν δὲ Ῥεβέκκας μητρὸς Ἰακὼβ καὶ Ἠσαύ. 2καὶ ὁρᾷ, καὶ ἰδοὺ φρέαρ ἐν τῷ πεδίῳ. ἦσαν δὲ ἐκεῖ τρία ποίμνια προβάτων ἀναπαυόμενα ἐπὶ τὸ αὐτό. ἐκ γὰρ τοῦ φρέατος ἐκείνου ἐπότιζον τὰ ποίμνια· λίθος δὲ ἦν μέγας ἐπὶ τῷ στόματι τοῦ φρέατος. 3καὶ συνήγοντο ἐκεῖ πάντα τὰ ποίμνια, καὶ ἀπεκύλιον τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ἐπότιζον τὰ πρόβατα, καὶ ἀπεκαθίστων τὸν λίθον ἐπὶ τὸ στόμα τοῦ φρέατος εἰς τὸν τόπον αὐτοῦ. 4εἶπεν δὲ αὐτοῖς Ἰακώβ Ἀδελφοί, πόθεν ἐστὲ ὑμεῖς; οἱ δὲ εἶπαν Ἐκ Χαρράν ἐσμεν. 5εἶπεν δὲ αὐτοῖς Γινώσκετε Λαβὰν τὸν υἱὸν Ναχώρ; οἱ δὲ εἶπαν Γινώσκομεν. 6εἶπεν δὲ αὐτοῖς Ὑγιαίνει; οἱ δὲ εἶπαν Ὑγιαίνει. ἔτι αὐτοῦ λαλοῦντος καὶ ἰδοὺ Ῥαχὴλ ἡ θυγάτηρ αὐτοῦ ἤρχετο μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς· αὐτὴ γὰρ ἔβοσκεν τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς. 7καὶ εἶπεν Ἰακώβ Ἔτι ἐστὶν ἡμέρα πολλή, οὔπω ὥρα συναχθῆναι τὰ κτήνη· ποτίσαντες τὰ πρόβατα ἀπελθόντες βόσκετε. 8οἱ δὲ εἶπαν Οὐ δυνησόμεθα ἕως τοῦ συναχθῆναι πάντας τοὺς ποιμένας, καὶ ἀποκυλίσωσι τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ποτιοῦμεν τὰ πρόβατα. 9ἔτι αὐτοῦ λαλοῦντος αὐτοῖς, καὶ Ῥαχὴλ ἡ θυγάτηρ Λαβὰν ἤρχετο μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς· αὐτὴ γὰρ ἔβοσκεν τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς. 10ἐγένετο δὲ ὡς ἴδεν Ἰακὼβ τὴν Ῥαχὴλ θυγατέρα Λαβὰν ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ προσελθὼν Ἰακὼβ ἀπεκύλισεν τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ἐπότισεν τὰ πρόβατα Λαβὰν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ. 11καὶ ἐφίλησεν Ἰακὼβ τὴν Ῥαχήλ, καὶ βοήσας τῇ φωνῇ αὐτοῦ ἔκλαυσεν. 12καὶ ἀνήγγειλεν τῇ Ῥαχὴλ ὅτι ἀδελφὸς τοῦ πατρὸς αὐτῆς ἐστίν, καὶ ὅτι υἱὸς Ῥεβέκκας ἐστίν· καὶ δραμοῦσα ἀπήγγειλεν τῷ πατρὶ αὐτῆς κατὰ τὰ ῥήματα ταῦτα. 13καὶ ἐγένετο ὡς ἤκουσεν Λαβὰν τὸ ὄνομα Ἰακὼβ τοῦ υἱοῦ τῆς ἀδελφῆς αὐτοῦ, ἔδραμεν εἰς συνάντησιν αὐτοῦ, καὶ περιλαβὼν αὐτὸν ἐφίλησεν, καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ· καὶ διηγήσατο τῷ Λαβὰν πάντας τοὺς λόγους τούτους. Jacob Marries Leah and Rachel 14καὶ εἶπεν αὐτῷ Λαβάν Ἐκ τῶν ὀστῶν μου καὶ ἐκ τῆς σαρκός μου εἶ σύ· καὶ ἦν μετ᾽ αὐτοῦ μῆνα ἡμερῶν. 15εἶπεν δὲ Λαβὰν τῷ Ἰακώβ Ὅτι γὰρ ἀδελφός μου εἶ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγειλόν μοι τίς ὁ μισθός σού ἐστιν. 16τῷ δὲ Λαβὰν ἦσαν δύο θυγατέρες· ὄνομα τῇ μείζονι Λεία, καὶ ὄνομα τῇ νεωτέρᾳ Ῥαχήλ. 17οἱ δὲ ὀφθαλμοὶ Λείας ἀσθενεῖς· Ῥαχὴλ δὲ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει. 18ἠγάπησεν δὲ Ἰακὼβ τὴν Ῥαχήλ, καὶ εἶπεν Δουλεύσω σοι ἑπτὰ ἔτη περὶ Ῥαχὴλ τῆς θυγατρός σου τῆς νεωτέρας. 19εἶπεν δὲ αὐτῷ Λαβάν Βέλτιον δοῦναί με αὐτὴν σοὶ ἢ δοῦναί με αὐτὴν ἀνδρὶ ἑτέρῳ· οἴκησον μετ᾽ ἐμοῦ. 20καὶ ἐδούλευσεν Ἰακὼβ περὶ Ῥαχὴλ ἑπτὰ ἔτη. 21εἶπεν δὲ Ἰακὼβ τῷ Λαβάν Ἀπόδος μοι τὴν γυναῖκά μου, πεπλήρωνται γὰρ αἱ ἡμέραι μου, ὅπως εἰσέλθω πρὸς αὐτήν. 22συνήγαγεν δὲ Λαβὰν πάντας τοὺς ἄνδρας τοῦ τόπου καὶ ἐποίησεν γάμον. 23καὶ ἐγένετο ἑσπέρα, καὶ λαβὼν Λείαν τὴν θυγατέρα αὐτοῦ εἰσήγαγεν αὐτὴν πρὸς Ἰακώβ, καὶ εἰσῆλθεν πρὸς αὐτὴν Ἰακώβ. 24ἔδωκεν δὲ Λαβὰν Ζέλφαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην. 25ἐγένετο δὲ πρωί, καὶ ἰδοὺ ἦν Λεία· εἶπεν δὲ Ἰακὼβ Λαβάν Τί τοῦτο ἐποίησάς μοι; οὐ περὶ Ῥαχὴλ ἐδούλευσα σοί; καὶ ἵνα τί παρελογίσω με; 26εἶπεν δὲ Λαβάν Οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρὶν ἢ τὴν πρεσβυτέραν· 27συντέλεσον οὖν τὰ ἕβδομα ταύτης, καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας ἧς ἐργᾷ παρ᾽ ἐμοὶ ἔτι ἑπτὰ ἔτη ἕτερα. 28ἐποίησεν δὲ Ἰακὼβ οὕτως, καὶ ἀνεπλήρωσεν τὰ ἕβδομα ταύτης· καὶ ἔδωκεν Λαβὰν Ῥαχὴλ τὴν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα. 29ἔδωκεν δὲ Λαβὰν Ῥαχὴλ τῇ θυγατρὶ αὐτοῦ Βάλλαν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην. 30καὶ εἰσῆλθεν πρὸς Ῥαχήλ· ἠγάπησεν δὲ Ῥαχὴλ μᾶλλον ἢ Λείαν· καὶ ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτερα. Reuben, Simeon, Levi, and Judah 31Ἰδὼν δὲ Κύριος ὁ θεὸς ὅτι μισεῖται Λεία, ἤνοιξεν τὴν μήτραν αὐτῆς· Ῥαχὴλ δὲ ἦν στεῖρα.
32καὶ συνέλαβεν Λεία καὶ ἔτεκεν υἱὸν τῷ Ἰακώβ· ἐκάλεσεν δὲ τὸ ὄνομα αὐτοῦ Ῥουβὴν λέγουσα Διότι εἶδέν μου Κύριος τὴν ταπείνωσιν· νῦν ἀγαπήσει με ὁ ἀνήρ μου.
33καὶ συνέλαβεν πάλιν Λεία καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ἰακώβ, καὶ εἶπεν ὅτι Ἤκουσεν Κύριος ὅτι μισοῦμαι, καὶ προσέδωκέν μοι καὶ τοῦτον· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Συμεών.
34καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱόν, καὶ εἶπεν Ἐν τῷ νῦν καιρῷ πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ τρεῖς υἱούς· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Λευί.
35καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱόν, καὶ εἶπεν Νῦν ἔτι τοῦτο ἐξομολογήσομαι Κυρίῳ· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰουδά. καὶ ἔστη τοῦ τίκτειν. Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |