2 Kings 6
Berean Greek Bible Par ▾ 

The Axe Head Floats

1Καὶ εἶπον οἱ υἱοὶ τῶν προφητῶν πρὸς Ἐλεισαῖε Ἰδοὺ δὴ ὁ τόπος ἐν ᾧ ἡμεῖς οἰκοῦμεν ἐνώπιόν σου στενὸς ἀφ᾽ ἡμῶν· 2πορευθῶμεν δὴ ἕως τοῦ Ἰορδάνου καὶ λάβωμεν ἐκεῖθεν ἀνὴρ εἷς δοκὸν μίαν, καὶ ποιήσωμεν ἑαυτοῖς ἐκεῖ τοῦ οἰκεῖν ἐκεῖ. καὶ εἶπεν Δεῦτε. 3καὶ εἶπεν ὁ εἷς Ἐπιεικῶς, δεῦρο μετὰ τῶν δούλων σου· καὶ εἶπεν Ἐγὼ πορεύσομαι. 4καὶ ἐπορεύθη μετ᾽ αὐτῶν, καὶ ἦλθον εἰς τὸν Ἰορδάνην καὶ ἔτεμνον τὰ ξύλα. 5καὶ ἰδοὺ ὁ εἷς καταβάλλων τὴν δοκόν, καὶ τὸ σιδήριον ἐξέπεσεν εἰς τὸ ὕδωρ· καὶ ἐβόησεν Ὤ, κύριε· καὶ αὐτὸ κεκρυμμένον. 6καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ θεοῦ Ποῦ ἔπεσεν; καὶ ἔδειξεν αὐτῷ τὸν τόπον· καὶ ἀπέκνισεν ξύλον καὶ ἔρριψεν ἐκεῖ, καὶ ἐπεπόλασεν τὸ σιδήριον. 7καὶ εἴρηκεν Ὕψωσον σαυτῷ· καὶ ἐξέτεινεν τὴν χεῖρα καὶ ἔλαβεν αὐτό.

Elisha Captures the Blinded Arameans

8Καὶ βασιλεὺς Συρίας ἦν πολεμῶν ἐν Ἰσραήλ, καὶ ἐβουλεύσατο πρὸς τοὺς παῖδας αὐτοῦ λέγων Εἰς τὸν τόπον τόνδε τινὰ ἐλιμωνὶ παρεμβαλῶ. 9καὶ ἀπέστειλεν Ἐλεισαῖε πρὸς βασιλέα Ἰσραὴλ λέγων Φύλαξαι μὴ παρελθεῖν ἐν τῷ τόπῳ τούτῳ, ὅτι ἐκεῖ Συρία κέκρυπται. 10καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἰσραὴλ εἰς τὸν τόπον ὃν εἶπεν αὐτῷ Ἐλεισαῖε, καὶ ἐφυλάξατο ἐκεῖθεν οὐ μίαν οὐδὲ δύο.

11καὶ ἐξεκινήθη ἡ ψυχὴ βασιλέως Συρίας περὶ τοῦ λόγου τούτου, καὶ ἐκάλεσεν τοὺς παῖδας αὐτοῦ καὶ εἶπεν πρὸς αὐτούς Οὐκ ἀναγγελεῖτέ μοι τίς προδίδωσίν με βασιλεῖ Ἰσραήλ; 12καὶ εἶπεν εἷς τῶν παίδων αὐτοῦ Οὐχί, κύριε μου βασιλεῦ, ὅτι Ἐλεισαῖε ὁ προφήτης ὁ ἐν Ἰσραὴλ ἀναγγέλλει τῷ βασιλεῖ Ἰσραὴλ πάντας τοὺς λόγους οὓς ἐὰν λαλήσῃς ἐν τῷ ταμείῳ τοῦ κοιτῶνός σου. 13καὶ εἶπεν Δεῦτε ἴδετε ποῦ οὗτος, καὶ ἀποστείλας λήμψομαι αὐτόν· καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες Ἰδοὺ ἐν Δωθάειμ. 14καὶ ἀπέστειλεν ἐκεῖ ἵππον καὶ ἅρμα καὶ δύναμιν βαρεῖαν, καὶ ἦλθον νυκτὸς καὶ περιεκύκλωσαν τὴν πόλιν.

15καὶ ὤρθρισεν ὁ λειτουργὸς Ἐλεισαῖε ἀναστῆναι καὶ ἐξῆλθεν, καὶ ἰδοὺ δύναμις κυκλοῦσα τὴν πόλιν καὶ ἵππος καὶ ἅρμα· καὶ εἶπεν τὸ παιδάριον πρὸς αὐτόν Ὤ, κύριε· πῶς ποιήσωμεν; 16καὶ εἶπεν Ἐλεισαῖε Μὴ φοβοῦ, ὅτι πλείους οἱ μεθ᾽ ἡμῶν ὑπὲρ τοὺς μετ᾽ αὐτῶν. 17καὶ προσεύξατο Ἐλεισαῖε καὶ εἶπεν Κύριε, διάνοιξον τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου καὶ ἰδέτω· καὶ διήνοιξεν Κύριος τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶδεν· καὶ ἰδοὺ τὸ ὄρος πλῆρες ἵππων, καὶ ἅρμα πυρὸς περικύκλῳ Ἐλεισαῖε. 18καὶ κατέβησαν πρὸς αὐτόν· καὶ προσηύξατο πρὸς Κύριον καὶ εἶπεν Πάταξον δὴ τοῦτο τὸ ἔθνος ἀορασίᾳ· καὶ ἐπάταξεν αὐτοὺς ἀορασίᾳ κατὰ τὸ ῥῆμα Ἐλεισαῖε. 19καὶ εἶπεν πρὸς αὐτοὺς Ἐλεισαῖε Οὐχ αὕτη ἡ πόλις καὶ αὕτη ἡ ὁδός· δεῦτε ὀπίσω μου, καὶ ἄξω ὑμᾶς πρὸς τὸν ἄνδρα ὃν ζητεῖτε· καὶ ἀπήγαγεν αὐτοὺς πρὸς Σαμάρειαν.

20καὶ ἐγένετο ὡς εἰσῆλθον εἰς Σαμάρειαν, καὶ εἶπεν Ἐλεισαῖε Ἄνοιξον δή, Κύριε, τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδέτωσαν· καὶ διήνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ εἶδον· καὶ ἰδοὺ ἦσαν ἐν μέσῳ Σαμαρείας. 21καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραήλ, ὡς εἶδεν αὐτούς Εἰ πατάξας πατάξω, πάτερ; 22καὶ εἶπεν Οὐ πατάξεις, εἰ μὴ οὓς ᾐχμαλώτευσας ἐν ῥομφαίᾳ σου καὶ τόξῳ σου σὺ τύπτεις· παράθες ἄρτους καὶ ὕδωρ ἐνώπιον αὐτῶν, καὶ φαγέτωσαν καὶ πιέτωσαν, καὶ ἀπελθέτωσαν πρὸς τὸν κύριον αὐτῶν. 23καὶ παρέθηκεν αὐτοῖς παράθεσιν μεγάλην, καὶ ἔφαγον καὶ ἔπιον· καὶ ἀπέστειλεν αὐτοὺς πρὸς τὸν κύριον αὐτῶν· καὶ οὐ προσέθεντο ἔτι μονόζωνοι Συρίας τοῦ ἐλθεῖν εἰς γῆν Ἰσραήλ.

The Siege and Famine of Samaria

24Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἤθροισεν υἱὸς Ἁδὲρ βασιλεὺς Συρίας πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ καὶ ἀνέβη, καὶ περιεκάθισαν Σαμάρειαν. 25καὶ ἐγένετο λιμὸς μέγας ἐν Σαμαρείᾳ, καὶ ἰδοὺ περιεκάθηντο ἐπ᾽ αὐτὴν ἕως οὗ ἐγενήθη κεφαλὴ ὄνου πεντήκοντα ἀργυρίου καὶ τέταρτον τοῦ κάβου κόπρου περιστερῶν πέντε ἀργυρίου. 26καὶ ἦν ὁ βασιλεὺς Ἰσραὴλ διαπορευόμενος ἐπὶ τοῦ τείχους, καὶ γυνὴ ἐβόησεν πρὸς αὐτὸν λέγουσα Σῶσον, κύριε βασιλεῦ. 27καὶ εἶπεν αὐτῇ Μή σε σώσαι Κύριος· πόθεν σώσω σε; μὴ ἀπὸ ἅλωνος ἢ ἀπὸ ληνοῦ; 28καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς Τί ἔστιν σοι; καὶ εἶπεν ἡ γυνή Αὕτη εἶπεν πρὸς μέ Δὸς τὸν υἱόν σου, καὶ φαγόμεθα αὐτὸν σήμερον· καὶ τὸν υἱόν μου, καὶ φαγόμεθα αὐτὸν αὔριον. 29καὶ ἡψήσαμεν τὸν υἱόν μου καὶ ἐφάγομεν αὐτόν, καὶ εἶπον πρός αὐτὴν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ Δὸς τὸν υἱόν σου καὶ φάγωμεν αὐτόν· καὶ ἔκρυψεν τὸν υἱὸν αὐτῆς. 30καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τῆς γυναικός, διέρρηξεν τὰ ἱμάτια αὐτοῦ, καὶ αὐτὸς διεπορεύετο ἐπὶ τοῦ τείχους, καὶ εἶδεν ὁ λαὸς τὸν σάκκον ἐπὶ τῆς σαρκὸς αὐτοῦ ἔσωθεν. 31καὶ εἶπεν Τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, εἰ στήσεται ἡ κεφαλὴ Ἐλεισαῖε ἐπ᾽ αὐτῷ σήμερον.

32καὶ Ἐλεισαῖε ἐκάθητο ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ οἱ πρεσβύτεροι ἐκάθηντο μετ᾽ αὐτοῦ· καὶ ἀπέστειλεν ἄνδρα πρὸ προσώπου αὐτοῦ πρὶν ἐλθεῖν τὸν ἄγγελον πρὸς αὐτόν· καὶ εἶπεν πρὸς τοὺς πρεσβυτέρους Εἰ ᾔδειτε ὅτι ἀπέστειλεν ὁ υἱὸς τοῦ φονευτοῦ ἀφελεῖν τὴν κεφαλήν μου; ἴδετε ὡς ἂν ἔλθῃ ὁ ἄγγελος, ἀποκλείσατε τὴν θύραν καὶ παραθλίψατε αὐτὸν ἐν τῇ θύρᾳ· οὐχὶ φωνὴ τῶν ποδῶν τοῦ κυρίου αὐτοῦ κατόπισθεν αὐτοῦ; 33ἔτι αὐτοῦ λαλοῦντος μετ᾽ αὐτῶν, καὶ ἰδοὺ ἄγγελος κατέβη πρὸς αὐτὸν καὶ εἶπεν Ἰδοὺ αὕτη ἡ κακία παρὰ Κυρίου· τί ὑπομείνω τῷ κυρίῳ ἔτι;

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




2 Kings 5
Top of Page
Top of Page