2 Kings 2
Swete's Septuagint ABP ▾  HEB ▾ 

Elijah Taken to Heaven

1Καὶ ἐγένετο ἐν τῷ ἀνάγειν Κύριον τὸν Ἠλειοὺ ἐν συνσεισμῷ ὡς εἰς τὸν οὐρανόν, καὶ ἐπορεύθη Ἠλειοὺ καὶ Ἐλεισαῖε ἐξ Ἰερειχώ. 2καὶ εἶπεν Ἠλειοὺ πρὸς Ἐλεισαῖε Ἰδοὺ δὴ ἐνταῦθα κάθου, ὅτι ὁ θεὸς ἀπέσταλκέν με ἕως Βαιθήλ. καὶ εἶπεν Ἐλεισαῖε Ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ καταλείψω σε· καὶ ἦλθεν εἰς Βαιθήλ. 3καὶ ἦλθον οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Βαιθὴλ πρὸς Ἐλεισαῖε καὶ εἶπον πρὸς αὐτόν Εἰ ἔγνως ὅτι Κύριος σήμερον λαμβάνει τὸν κύριόν σου ἀπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπεν Κἀγὼ ἔγνωκα, σιωπᾶτε.

4καὶ εἶπεν Ἠλειοὺ πρὸς Ἐλεισαῖε Κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέν με εἰς Ἰερειχώ· καὶ εἶπεν Ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐνκαταλείψω σε· καὶ ἦλθον εἰς Ἰερειχώ. 5καὶ ἤγγισαν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ἰερειχὼ πρὸς Ἐλεισαῖε καὶ εἶπαν πρὸς αὐτόν Εἰ ἔγνως ὅτι σήμερον λαμβάνει Κύριος τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπεν Καί γε ἐγὼ ἔγνων, σιωπᾶτε. 6καὶ εἶπεν αὐτῷ Ἠλειού Κάθου δὴ ὧδε, ὅτι Κύριος ἀπέσταλκέν με ἕως εἰς τὸν Ἰορδάνην· καὶ εἶπεν Ἐλεισαῖε Ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐνκαταλείψω σε· καὶ ἐπορεύθησαν ἀμφότεροι.

7καὶ πεντήκοντα ἄνδρες υἱοὶ τῶν προφητῶν καὶ ἔστησαν ἐξ ἐναντίας μακρόθεν· καὶ ἀμφότεροι ἔστησαν ἐπὶ τοῦ Ἰορδάνου. 8καὶ ἔλαβεν Ἠλειοὺ τὴν μηλωτὴν αὐτοῦ καὶ εἵλησεν καὶ ἐπάταξεν τὸ ὕδωρ, καὶ διῃρέθη τὸ ὕδωρ ἔνθα καὶ ἔνθα· καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμῳ.

9καὶ ἐγένετο ἐν τῷ διαβῆναι αὐτοὺς καὶ Ἠλειοὺ εἶπεν πρὸς Ἐλεισαῖε Τί ποιήσω σοι πρὶν ἢ ἀναλημφθῆναί με ἀπὸ σοῦ; καὶ εἶπεν Ἐλεισαῖε Γενηθήτω δὴ διπλᾶ ἐν πνεύματί σου ἐπ᾽ ἐμέ. 10καὶ εἶπεν Ἠλειού Ἐσκλήρυνας τοῦ αἰτήσασθαι· ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, καὶ ἔσται οὕτως· καὶ ἐὰν μή, οὐ μὴ γένηται. 11καὶ ἐγένετο αὐτῶν πορευομένων, ἐπορεύοντο καὶ ἐλάλουν· καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵππος πυρός, καὶ διέστειλεν ἀνὰ μέσον ἀμφοτέρων· καὶ ἀνελήμφθη Ἠλειοὺ ἐν συνσεισμῷ ὡς εἰς τὸν οὐρανόν. 12καὶ Ἐλεισαῖε ἑώρα, καὶ ἐβόα Πάτερ πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ· καὶ οὐκ εἶδεν αὐτὸν ἔτι, καὶ ἐπελάβετο τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτὰ εἰς δύο ῥήγματα. 13καὶ ὕψωσεν τὴν μηλωτὴν Ἠλειοὺ ἣ ἔπεσεν ἐπάνωθεν Ἐλεισαῖε· καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ Ἰορδάνου. 14καὶ ἔλαβεν τὴν μηλωτὴν Ἠλειού, ἣ ἔπεσεν ἐπάνωθεν αὐτοῦ, καὶ ἐπάταξεν τὸ ὕδωρ καὶ εἶπεν Ποῦ ὁ θεὸς Ἠλειοὺ ἀφφώ; καὶ ἐπάταξεν τὰ ὕδατα, καὶ διερράγησαν ἔνθα καὶ ἔνθα· καὶ διέβη Ἐλεισαῖε.

Elisha Succeeds Elijah

15καὶ εἶδον αὐτὸν οἱ υἱοὶ τῶν προφητῶν καὶ οἱ ἐν Ἰερειχὼ ἐξ ἐναντίας καὶ εἶπον Ἐπαναπέπαυται τὸ πνεῦμα Ἠλειοὺ ἐπὶ Ἐλεισαῖε· καὶ ἦλθον εἰς συναντὴν αὐτοῦ καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν. 16καὶ εἶπον πρὸς αὐτόν Ἰδοὺ δὴ μετὰ τῶν παίδων σου πεντήκοντα ἄνδρες υἱοὶ δυνάμεως· πορευθέντες δὴ ζητησάτωσαν τὸν κύριόν σου, μή ποτε εὗρεν αὐτὸν πνεῦμα Κυρίου καὶ ἔρριψεν αὐτὸν ἐν τῷ Ἰορδάνῃ ἢ ἐφ᾽ ἓν τῶν ὀρέων ἢ ἐφ᾽ ἕνα τῶν βουνῶν· καὶ εἶπεν Ἐλεισαῖε Οὐκ ἀποστελεῖτε. 17καὶ παρεβιάσαντο αὐτὸν ἕως οὗ ᾐσχύνετο, καὶ εἶπεν Ἀποστείλατε. καὶ ἀπέστειλαν πεντήκοντα ἄνδρας, καὶ ἐζήτησαν τρεῖς ἡμέρας, καὶ οὐχ εὗρον αὐτόν. 18καὶ αὐτὸς ἐκάθητο ἐν Ἰερειχώ· καὶ εἶπεν Ἐλεισαῖε Οὐκ εἶπον πρὸς ὑμᾶς Μὴ πορευθῆτε;

Elisha Heals Jericho's Waters

19Καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ἐλεισαῖε Ἰδοὺ ἡ κατοίκησις τῆς πόλεως ἀγαθή, καθὼς ὁ κύριος βλέπει, καὶ τὰ ὕδατα πονηρὰ καὶ ἡ γῆ ἀτεκνουμένη. 20καὶ εἶπεν Ἐλεισαῖν Λάβετέ μοι ὑδρίσκην καινὴν καὶ θέτε ἐκεῖ ἅλα· καὶ ἔλαβον πρὸς αὐτόν. 21καὶ ἐξῆλθεν Ἐλεισαῖν εἰς τὴν διέξοδον τῶν ὑδάτων, καὶ ἔριψεν ἐκεῖ ἅλα καὶ εἶπεν Τάδε λέγει Κύριος Ἴαμαι τὰ ὕδατα ταῦτα· οὐκ ἔσται ἔτι ἐκεῖθεν θάνατος καὶ ἀτεκνουμένη. 22καὶ ἰάθησαν τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύτης κατὰ τὸ ῥῆμα Ἐλεισαῖε ὃ ἐλάλησεν.

Elisha Mocked

23Καὶ ἀνέβη ἐκεῖθεν εἰς Βαιθήλ· καὶ ἀναβαίνοντος αὐτοῦ ἐν τῇ ὁδῷ καὶ παιδάρια μικρὰ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ κατέπαιζον αὐτοῦ καὶ εἶπον αὐτῷ Ἀνάβαινε, φαλακρέ, ἀνάβαινε. 24καὶ ἐξένευσεν ὀπίσω αὐτῶν καὶ εἶδεν αὐτά, καὶ κατηράσατο αὐτοῖς ἐν ὀνόματι Κυρίου· καὶ ἰδοὺ ἐξῆλθον δύο ἄρκοι ἐκ τοῦ δρυμοῦ καὶ ἀνέρρηξαν ἀπ᾽ αὐτῶν τεσσεράκοντα καὶ δύο παῖδας. 25καὶ ἐπορεύθη ἐκεῖθεν εἰς τὸ ὄρος τὸ Καρμήλιον, καὶ ἐκεῖθεν ἐπέστρεψεν εἰς Σαμάρειαν.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

2 Kings 1
Top of Page
Top of Page