Song of Solomon 1
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Bride Confesses Her Love

1ΑΣΜΑ ᾀσμάτων, ὅ ἐστιν τῷ Σαλωμών.

2Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ· ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον,

3καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα· μύρον ἐκκενωθὲν ὄνομά σου. διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε,

The Friends

4εἵλκυσάν σε· ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν. εἰσήνεγκέν με ὁ βασιλεὺς εἰς τὸ ταμεῖον αὐτοῦ. ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί· ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον· εὐθύτης ἠγάπησέν σε.

The Bride

5Μέλαινά εἰμι καὶ καλή, θυγατέρες Ἰσραήλ, ὡς σκηνώματα Κηδάρ, ὡς δέρρις Σαλωμών.

6μὴ βλέψητέ με, ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέν με ὁ ἥλιος· υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί, ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα.

7ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου, ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ, μή ποτε γένωμαι ὡς περιβαλλομένη ἐπ᾽ ἀγέλας ἑταίρων σου.

Solomon Speaks

8Ἐὰν μὴ γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναιξίν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων, καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώμασιν τῶν ποιμένων.

9Τῇ ἵππῳ μου ἐν ἅρμασιν Φαραὼ ὡμοίωσά σε, ἡ πλησίον μου.

10τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνες, τράχηλός σου ὡς ὁρμίσκοι;

The Friends

11ὁμοιώματα χρυσίου ποιήσομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου.

The Bride

12Ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ, νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ.

13ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδός μου ἐμοί,

14ἐν ἀμπελῶσιν Ἐνγαδδεί.

Solomon

15Ἰδοὺ εἶ καλή, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή· ὀφθαλμοί σου περιστεραί.

The Bride

16Ἰδοὺ εἶ καλός, ἀδελφιδός μου, καί γε ὡραῖος· πρὸς κλίνη ἡμῶν σύσκιος,

Solomon

17δοκοὶ οἴκων ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Ecclesiastes 12
Top of Page
Top of Page