Proverbs 26
Swete's Septuagint ABP ▾  HEB ▾ 

Similitudes and Instructions

1τρία δέ ἐστιν ἃ εὐόδως πορεύεται, καὶ τέταρτον ὃ καλῶς διαβαίνει·

2σκύμνος λέοντος ἰσχυρότερος κτηνῶν, ὃς οὐκ ἀποστρέφεται οὐδὲ καταπτήσσει κτῆνος,

3καὶ ἀλέκτωρ ἐνπεριπατῶν θηλείαις εὔψυχος, καὶ τράγος ἡγούμενος αἰπολίου. καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει.

4ἐὰν πρόῃ σεαυτὸν ἐν εὐφροσύνῃ, καὶ ἐκτείνῃς τὴν χεῖρά σου μετὰ μάχης, ἀτιμασθήσῃ.

5ἄμελγε γάλα, καὶ ἔσται βούτυρον· ἐὰν δὲ ἐκπιέζῃς μυκτῆρας, ἐξελεύσεται αἷμα· ἐὰν δὲ ἐξέλκῃς λόγους, ἐξελεύσονται κρίσεις καὶ μάχαι.

6Οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ θεοῦ· βασιλέως χρηματισμὸς ὃν ἐπαίδευσεν ἡ μήτηρ αὐτοῦ.

7τί, τέκνον, τηρήσεις; τί; ῥήσεις θεοῦ· πρωτογενές, σοὶ λέγω, υἱέ· τί, τέκνον ἐμῆς κοιλίας; τί, τέκνον ἐμῶν εὐχῶν;

8μὴ δῷς γυναιξὶ σὸν πλοῦτον, καὶ τὸν σὸν νοῦν καὶ βίον εἰς ὑστεροβουλίαν.

9μετὰ βουλῆς πάντα ποίει, μετὰ βουλῆς οἰνοπότει. οἱ δυνάσται θυμώδεις εἰσίν, οἶνον δὲ μὴ πινέτωσαν·

10ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας, καὶ ὀρθὰ κρῖναι οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς.

11δίδοτε μέθην τοῖς ἐν λύπαις, καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις,

12ἵνα ἐπιλάθωνται τῆς πενίας, καὶ τῶν πόνων μὴ μνησθῶσιν ἔτι.

13ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ, καὶ κρῖνε πάντας ὑγιῶς·

14ἄνοιγε σὸν στόμα καὶ κρῖνε δικαίως, διάκρινε δὲ πένητα καὶ ἀσθενῆ.

15Αὗται αἱ παιδεῖαι Σαλωμῶντος αἱ ἀδιάκριτοι, ἃς ἐξεγράψαντο οἱ φίλοι Ἑζεκίου τοῦ βασιλέως τῆς Ἰουδαίας.

16Δόξα θεοῦ κρύπτει λόγον, δόξα δὲ βασιλέως τιμᾷ πράγματα.

17οὐρανὸς ὑψηλός, γῆ δὲ βαθεῖα, καρδία δὲ βασιλέως ἀνεξέλεγκτος.

18τύπτε ἀδόκιμον ἀργύριον, καὶ καθαρισθήσεται καθαρὸν ἅπαν·

19κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως, καὶ κατορθώσει ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦ.

20μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως, μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο·

21κρεῖσσον γάρ σοι τὸ ῥηθῆναι Ἀνάβαινε πρὸς μέ, ἢ ταπεινῶσαί σε ἐν προσώπῳ δυνάστου. ἃ εἶδον οἱ ὀφθαλμοί σου λέγε.

22μὴ πρόσπιπτε εἰς μάχην ταχέως, ἵνα μὴ μεταμεληθῇς ἐπ᾽ ἐσχάτῳ, ἡνίκα ἄν σε ὀνειδίσῃ ὁ σὸς φίλος.

23ἀναχώρει εἰς τὰ ὀπίσω, μὴ καταφρόνει,

24μή σε ὀνειδίσῃ μὲν ὁ φίλος· ἡ δὲ μάχη σου καὶ ἡ ἔχθρα οὐκ ἀπέσται, [1] ἀλλ᾽ ἔσται σοι ἴση θανάτῳ. χάρις καὶ φιλία ἐλευθεροῖ, ἃς τήρησον σεαυτῷ, ἵνα μὴ ἐπονείδιστος γένῃ, ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτως.

25μῆλον χρυσοῦν ἐν ὁρμίσκῳ σαρδίου, οὕτως εἰπεῖν λόγον.

26εἰς ἐνώτιον χρυσοῦν καὶ σάρδιον πολυτελὲς δέδεται, λόγος σοφὸς εἰς εὐήκοον οὖς.

27ὥσπερ ἔξοδος ἐν ἀμήτῳ κατὰ καῦμα ὠφελεῖ, οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν· ψυχὰς γὰρ τῶν αὐτῷ χρωμένων ὠφελεῖ.

28ὥσπερ ἄνεμοι καὶ νέφη καὶ ὑετοὶ ἐπιφανέστατα, οὕτως ὁ καυχώμενος ἐπὶ δόσει ψευδεῖ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Proverbs 25
Top of Page
Top of Page