Nehemiah 10
Swete's Septuagint ABP ▾  HEB ▾ 

Signers of the Covenant

1Καὶ ἐπὶ τῶν σφραγιζόντων Νεεμίας υἱὸς Ἁχελιά, καὶ Σεδεκίας 2υἱὸς Σαραιά, καὶ Ἀζαριά, καὶ Ἰερμιά, 3Φασούρ, Ἀμαριά, Μελχειά, 4Τούς, Ἐβανεί, Μαλούχ, 5Εἱράμ, Ἀμεραμώς, Ἀβδειά, 6Δανιήλ, Τνατόθ, Βαρούχ, 7Μεσουλάμ, Ἀβειά, Μιαμείμ, 8Ναδειά, Βελσειά, Σαμαιά, οὗτοι ἱερεῖς· 9καὶ οἱ Λευεῖται, Ἰησοῦς υἱὸς Ἀζανειά, Βαναιοὺ ἀπὸ υἱῶν Ἡναδάβ, Καδμιὴλ 10καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Σαβανιά, Ὡδουιά, Καντά, 11 12Ζαχώρ, Ζαραβιά, Σεβανιά, 13Ὡδούμ, υἱοὶ Βενιαμείν· 14ἄρχοντες τοῦ λαοῦ Φόρος, Φααδμωάβ, Ἠλάμ, Ζαθουιά· υἱοὶ Βανί, 15Ἀσγάδ, Βηδαί, 16Ἐδανιά, Βαγοσί, Ἠδείν, 17Ἀδήρ, Ἑζεκιά, Ἀδούρ, 18Ὁδουιά, Ἡσάμ, Βησεί, 19Ἁρείφ, Ἀναθώθ, Βωναί, 20Βαγαφής, Μεσουλάμ, Ἡζείρ, 21Μεσωζεβήλ, Σαδδούκ, 22Φαλτιά, Ἁνάν, Αἰά, 23Ὡσηθά, Ἁνανιά, Ἁσούθ, 24Ἁλωής, Φαδαείς, Σωβήκ, 25Ῥαούμ, Ἑσαβανά, Μαασαιὰ 26καὶ Ἀρά, Αἱνάν, Ἠνάμ, 27Μαλούχ, Ἡράμ, Βαανά.

The Vows of the Covenant

28Καὶ οἱ κατάλοιποι τοῦ λαοῦ, οἱ ἱερεῖς, οἱ Λευεῖται, οἱ πυλωροί, οἱ ᾄδοντες, οἱ Ναθινείμ, καὶ πᾶς ὁ προσπορευόμενος ἀπὸ λαῶν τῆς γῆς πρὸς νόμον τοῦ θεοῦ, γυναῖκες αὐτῶν, υἱοὶ αὐτῶν, θυγατέρες αὐτῶν· πᾶς ὁ εἰδὼς καὶ συνίων 29ἐνίσχυον ἐπὶ τοὺς ἀδελφοὺς αὐτῶν, κατηράσαντο αὐτοὺς καὶ εἰσήλθοσαν ἐν ἀρᾷ καὶ ἐν ὅρκῳ Τοῦ πορεύεσθαι ἐν νόμῳ τοῦ θεοῦ ὃς ἐδόθη ἐν χειρὶ Μωυσῆ δούλου τοῦ θεοῦ, καὶ φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς ἡμῶν καὶ κρίματα αὐτοῦ, 30καὶ τοῦ μὴ δοῦναι θυγατέρας ἡμῶν τοῖς λαοῖς τῆς γῆς, καὶ τὰς θυγατέρας αὐτῶν οὐ λημψόμεθα τοῖς υἱοῖς ἡμῶν· 31καὶ λαοὶ τῆς γῆς οἱ φέροντες τοὺς ἀγορασμοὺς καὶ πᾶσαν πρᾶσιν ἐν ἡμέρᾳ τοῦ σαββάτου ἀποδόσθαι, οὐκ ἀγορῶμεν παρ᾽ αὐτῶν ἐν σαββάτῳ καὶ ἐν ἡμέρᾳ ἁγίᾳ· καὶ ἀνήσομεν τὸ ἔτος τὸ ζ᾽ καὶ ἀπαίτησιν πάσης χειρός.

32καὶ ποιήσομεν ἐφ᾽ ἡμᾶς ἐντολάς, δοῦναι ἐφ᾽ ἡμᾶς τρίτον τοῦ διδράχμου κατ᾽ ἐνιαυτὸν εἰς δουλείαν οἴκου θεοῦ ἡμῶν, 33εἰς ἄρτους τοῦ προσώπου καὶ θυσίαν τοῦ ἐνδελεχισμοῦ, καὶ εἰς ὁλοκαύτωμα τοῦ ἐνδελεχισμοῦ τῶν σαββάτων, τῶν νουμηνιῶν, εἰς τὰς ἑορτὰς καὶ εἰς τὰ ἅγια, καὶ τὰ περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ Ἰσραήλ, καὶ εἰς ἔργα οἴκου θεοῦ ἡμῶν.

34καὶ κλήρους ἐβάλομεν περὶ κλήρου ξυλοφορίας οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ ὁ λαὸς ἐνέγκαι εἰς οἶκον θεοῦ ἡμῶν, εἰς οἶκον πατριῶν ἡμῶν, εἰς καιροὺς χρόνων ἐνιαυτὸν κατ᾽ ἐνιαυτόν, ἐκκαῦσαι περὶ τὸ θυσιαστήριον τοῦ θεοῦ ἡμῶν, ὡς γέγραπται ἐν βιβλίῳ· 35καὶ ἐνέγκαι τὰ πρωτογενήματα τῆς γῆς ἡμῶν καὶ πρωτογενήματα καρποῦ παντὸς ξύλου ἐνιαυτὸν κατ᾽ ἐνιαυτὸν εἰς οἶκον, 36καὶ τὰ πρωτότοκα υἱῶν ἡμῶν καὶ κτηνῶν ἡμῶν, ὡς γέγραπται ἐν τῷ νόμῳ, καὶ τὰ πρωτότοκα βοῶν ἡμῶν καὶ ποιμνίων ἡμῶν ἐνέγκαι εἰς οἶκον θεοῦ ἡμῶν τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν ἐν οἴκῳ θεοῦ ἡμῶν. 37καὶ τὴν ἀπαρχὴν σίτων ἡμῶν καὶ τὸν καρπὸν παντὸς ξύλου, οἴνου καὶ ἐλαίου, οἴσομεν τοῖς ἱερεῦσι, εἰς γαζοφυλάκιον οἴκου τοῦ θεοῦ, καὶ δεκάτην γῆς ἡμῶν τοῖς Λευείταις· καὶ αὐτοὶ οἱ Λευεῖται δεκατοῦντες ἐν πάσαις πόλεσιν δουλείας ἡμῶν. 38καὶ ἔσται ὁ ἱερεὺς Ἀαρὼν μετὰ τοῦ Λευείτου ἐν τῇ δεκάτῃ τοῦ Λευείτου, καὶ οἱ Λευεῖται ἀνοίσουσιν τὴν δεκάτην τῆς δεκάδος εἰς οἶκον θεοῦ ἡμῶν εἰς τὰ γαζοφυλάκια εἰς οἶκον τοῦ θεοῦ. 39ὅτι εἰς τοὺς θησαυροὺς οἴσουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ Λευεῖται ἀπαρχὰς τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου, καὶ ἐκεῖ σκεύη τὰ ἅγια καὶ οἱ ἱερεῖς καὶ οἱ λειτουργοὶ καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες· καὶ οὐκ ἐνκαταλείψομεν τὸν οἶκον τοῦ θεοῦ ἡμῶν.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Nehemiah 9
Top of Page
Top of Page