Isaiah 36
Swete's Septuagint ABP ▾  HEB ▾ 

Sennacherib Invades Judah

1Καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Ἑζεκίου ἀνέβη Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυρὰς καὶ ἔλαβεν αὐτάς. 2καὶ ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων Ῥαβσάκην ἐκ Λαχεὶς εἰς Ἰερουσαλὴμ πρὸς τὸν βασιλέα Ἑζεκίαν μετὰ δυνάμεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω, ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως. 3καὶ ἐξῆλθεν πρὸς αὐτὸν Ἐλιακεὶμ ὁ τοῦ Χελκείου ὁ οἰκονόμος καὶ Σόβνας ὁ γραμματεὺς καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος.

4καὶ εἶπεν αὐτοῖς Ῥαβσάκης Εἴπατε Ἑζεκίᾳ Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς Ἀσσυρίων Τί πεποιθὼς εἶ; 5μὴ ἐν βουλῇ καὶ λόγοις χειλέων παράταξις γίνεται; καὶ νῦν ἐπὶ τίνα πέποιθας ὅτι ἀπειθεῖς μοι; 6ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ᾽ Αἴγυπτον· ὃς ἂν ἐπιστηρισθῇ ἑπ᾽ αὐτήν, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ· οὕτως ἐστὶν Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ πάντες οἱ πεποιθότες ἐπ᾽ αὐτῷ. 7εἰ δὲ λέγετε Ἐπὶ Κύριον τὸν θεὸν ἡμῶν πεποίθαμεν, 8νῦν μίχθητε τῷ κυρίῳ μου τῷ βασιλεῖ Ἀσσυρίων, καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον, εἰ δυνήσεσθε δοῦναι ἀναβάτας ἐπ᾽ αὐτούς. 9καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τῶν τοπαρχῶν; οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ᾽ Αἴγυπτον, εἰς ἵππον καὶ ἀναβάτην. 10καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐτήν; Κύριος εἶπεν πρὸς μέ Ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην καὶ διάφθειρον αὐτήν.

11καὶ εἶπεν πρὸς αὐτὸν Ἐλιακεὶμ καὶ Σόμνας καὶ Ἰώας Λάλησον πρὸς τοὺς παῖδάς σου Συριστί, ἀκούομεν γὰρ ἡμεῖς, καὶ μὴ λάλει πρὸς ἡμᾶς Ἰουδαιστί· καὶ ἵνα τί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνθρώπων ἐπὶ τῷ τείχει; 12καὶ εἶπεν Ῥαβσάκης πρὸς αὐτούς Μὴ πρὸς τὸν κύριον ὑμῶν ἢ πρὸς ὑμᾶς ἀπέσταλκέν με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα φάγωσιν κόπρον καὶ πίωσιν οὖρον μεθ᾽ ὑμῶν ἅμα;

13καὶ ἔστη Ῥαψάκης καὶ ἀνεβόησεν φωνῇ μεγάλῃ Ἰουδαιστὶ καὶ εἶπεν Ἀκούσατε τοὺς λόγους τοῦ βασιλέως τοῦ μεγάλου βασιλέως Ἀσσυρίων 14Τάδε λέγει ὁ βασιλεύς Μὴ ἀπατάτω ὑμᾶς Ἑζεκίας λόγοις, οὐ μὴ δύνηται ῥύσασθαι ὑμᾶς· 15καὶ μὴ λεγέτω ὑμῖν Ἑζεκίας ὅτι Ῥύσεται ὑμᾶς ὁ θεός, καὶ οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων· 16μὴ ἀκούετε Ἑζεκίου. τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων Εἰ βούλεσθε εὐλογηθῆναι, ἐκπορεύεσθε πρὸς μέ, καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτοῦ καὶ τὰς συκᾶς, καὶ πίεσθε ὕδωρ τοῦ χαλκοῦ ὑμῶν, 17ἕως ἂν ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς ἡ γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτων καὶ ἀμπελώνων. 18μὴ ἀπατάτω ὑμᾶς Ἑζεκίας λέγων Ὁ θεὸς ῥύσεται ὑμᾶς. μὴ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων; 19ποῦ ἐστιν ὁ θεὸς Ἑμὰθ καὶ Ἀρφάθ; καὶ ποῦ ὁ θεὸς τῆς πόλεως Ἐπφαρουαίμ; μὴ ἐδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ χειρός μου; 20τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ὅστις ἐρρύσατο τὴν γῆν αὐτοῦ ἐκ χειρός μου, ὅτι ῥύσεται ὁ θεὸς τὴν Ἰερουσαλὴμ ἐκ χειρός μου;

21καὶ ἐσιώπησαν, καὶ οὐδεὶς ἀπεκρίθη αὐτῷ λόγον, διὰ τὸ προστάξαι τὸν βασιλέα μηδένα ἀποκριθῆναι. 22καὶ εἰσῆλθεν Ἐλιακεὶμ ὁ τοῦ Χελκίου ὁ οἰκονόμος καὶ Σόμνας ὁ γραμματεὺς τῆς δυνάμεως καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος πρὸς Ἑζεκίαν ἐσχισμένοι τοὺς χιτῶνας, καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ῥαβσάκου.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Isaiah 35
Top of Page
Top of Page