Ezekiel 48
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Portion for the Tribes

1Καὶ ταῦτα τὰ ὀνόματα τῶν φυλῶν ἀπὸ τῆς ἀρχῆς τῆς πρὸς βορρᾶν, κατὰ τὸ μέρος τῆς καταβάσεως τοῦ περισχίζοντος ἐπὶ τὴν εἴσοδον τῆς Ἡμὰθ αὐλῆς τοῦ Αἰλάμ, ὅριον Δαμασκοῦ πρὸς βορρᾶν κατὰ μέρος Ἡμὰθ αὐλῆς· καὶ ἔσται αὐτοῖς τὰ πρὸς ἀνατολὰς ἕως πρὸς θάλασσαν Δάν, μία. 2καὶ ἀπὸ τῶν ὁρίων τοῦ Δὰν τὰ πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ἀσήρ, μία. 3καὶ ἀπὸ τῶν ὁρίων Ἀσήρ, ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Νεφθαλείμ, μία. 4καὶ ἀπὸ τῶν ὁρίων Νεφθαλεί, ἀπ᾽ ἀνατολῶν ἕως τῶν πρὸς θάλασσαν Μανασσή, μία. 5καὶ ἀπὸ τῶν ὁρίων Μανασσή, ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ἐφράιμ, μία. 6καὶ ἀπὸ τῶν ὁρίων Ἐφράιμ, ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ῥουβήν, μία. 7καὶ ἀπὸ τῶν ὁρίων Ῥουβήν, ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ἰούδα, μία.

8Καὶ ἀπὸ τῶν ὁρίων Ἰούδα ἀπὸ τῶν πρὸς ἀνατολὰς μενεῖ, ἔσται ἡ ἀπαρχὴ τοῦ ἀφορισμοῦ πέντε καὶ εἴκοσι χιλιάδες εὖρος, καὶ μῆκος καθὼς μία τῶν μερίδων ἀπὸ τῶν πρὸς ἀνατολὰς καὶ ἕως τῶν πρὸς θάλασσαν, καὶ ἔσται τὸ ἅγιον ἐν μέσῳ αὐτῶν· 9ἀπαρχὴν ἣν ἀφοριοῦσι τῷ κυρίῳ, μῆκος πέντε καὶ εἴκοσι χιλιάδες, καὶ εὖρος εἴκοσι καὶ πέντε χιλιάδες.

The Portion for the Priests

10τούτων ἔσται ἡ ἀπαρχὴ τῶν ἁγίων τοῖς ἱερεῦσιν, πρὸς βορρᾶν πέντε καὶ εἴκοσι χιλιάδες, καὶ πρὸς θάλασσαν δέκα χιλιάδες, καὶ πρὸς νότον εἴκοσι καὶ πέντε χιλιάδες· καὶ τὸ ὄρος τῶν ἁγίων ἔσται ἐν μέσῳ αὐτοῦ· 11τοῖς ἱερεῦσι τοῖς ἡγιασμένοις υἱοῖς Σαδδούκ, τοῖς φυλάσσουσι τὰς φυλακὰς τοῦ οἴκου, οἵτινες οὐκ ἐπλανήθησαν ἐν τῇ πλανήσει υἱῶν Ἰσραὴλ ὃν τρόπον ἐπλανήθησαν οἱ Λευεῖται. 12καὶ ἔσται αὐτοῖς ἡ ἀπαρχὴ δεδομένη ἐκ τῶν ἀπαρχῶν τῆς γῆς, ἅγιον ἁγίων ἀπὸ τῶν ὁρίων τῶν Λευειτῶν. 13τοῖς δὲ Λευείταις τὰ ἐχόμενα τῶν ὁρίων τῶν ἱερέων, μῆκος πέντε καὶ εἴκοσι χιλιάδες, καὶ εὖρος δέκα χιλιάδες· πᾶν τὸ μῆκος πέντε καὶ εἴκοσι χιλιάδες, καὶ εὖρος εἴκοσι χιλιάδες. 14οὐ πραθήσεται ἐξ αὐτοῦ οὐδὲ καταμετρηθήσεται, οὐδὲ ἀφαιρεθήσεται τὰ πρωτογενήματα τῆς γῆς, ὅτι ἅγιόν ἐστιν τῷ κυρίῳ.

15τὰς δὲ πέντε χιλιάδας τὰς περισσὰς ἐπὶ τῷ πλάτει ἐπὶ ταῖς πέντε καὶ εἴκοσι χιλιάσιν, προτείχισμα ἔσται τῇ πόλει εἰς τὴν κατοικίαν καὶ εἰς διάστημα αὐτοῦ· καὶ ἔσται ἡ πόλις ἐν μέσῳ αὐτοῦ. 16καὶ ταῦτα τὰ μέτρα αὐτῆς· ἀπὸ τῶν πρὸς βορρᾶν πεντακόσιοι καὶ τετρακισχίλιοι, καὶ ἀπὸ τῶν πρὸς νότον πεντακόσιοι καὶ τέσσαρες χιλιάδες, καὶ ἀπὸ τῶν πρὸς ἀνατολὰς πεντακόσιοι καὶ τέσσαρες χιλιάδες, καὶ ἀπὸ τῶν πρὸς θάλασσαν τετρακισχιλίους πεντακοσίους. 17καὶ ἔσται διάστημα τῇ πόλει πρὸς βορρᾶν διακόσιοι πεντήκοντα, καὶ πρὸς νότον διακόσιοι καὶ πεντήκοντα, καὶ πρὸς ἀνατολὰς διακόσιοι πεντήκοντα, καὶ πρὸς θάλασσαν διακόσιοι πεντήκοντα. 18καὶ τὸ περισσὸν τοῦ μήκους τὸ ἐχόμενον τῶν ἀπαρχῶν τῶν ἁγίων δέκα χιλιάδες πρὸς ἀνατολάς, καὶ δέκα χιλιάδες πρὸς θάλασσαν· καὶ ἔσονται αἱ ἀπαρχαὶ τοῦ ἁγίου, καὶ ἔσται τὰ γενήματα αὐτῆς εἰς ἄρτους τοῖς ἐργαζομένοις τὴν πόλιν. 19οἱ δὲ ἐργαζόμενοι τὴν πόλιν ἐργῶνται αὐτὴν ἐκ πασῶν τῶν φυλῶν τοῦ Ἰσραήλ. 20πᾶσα ἡ ἀπαρχὴ πέντε καὶ εἴκοσι χιλιάδες ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας· τετράγωνον ἀφοριεῖτε αὐτοῦ τὴν ἀρχὴν τοῦ ἁγίου, ἀπὸ τῆς κατασχέσεως τῆς πόλεως.

The Portion for the Prince

21τὸ δὲ περισσὸν τῷ ἀφηγουμένῳ ἐκ τούτου καὶ ἐκ τούτου ἀπὸ τῶν ἀπαρχῶν τοῦ ἁγίου, καὶ εἰς τὴν κατάσχεσιν τῆς πόλεως ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας μῆκος, ἕως τῶν ὁρίων τῶν πρὸς ἀνατολὰς καὶ πρὸς θάλασσαν, ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας ἕως τῶν ὁρίων τῶν πρὸς θάλασσαν, ἐχόμενα τῶν μερίδων τοῦ ἀφηγουμένου· καὶ ἔσται ἡ ἀπαρχὴ τῶν ἁγίων καὶ τὸ ἁγίασμα τοῦ οἴκου ἐν μέσῳ αὐτῆς. 22καὶ παρὰ τῶν Λευειτῶν ἀπὸ τῆς κατασχέσεως τῆς πόλεως ἐν μέσῳ τῶν ἀφηγουμένων ἔσται ἀνὰ μέσον τῶν ὁρίων Ἰούδα καὶ ἀνὰ μέσον τῶν ὁρίων Βενιαμείν· τῶν ἀφηγουμένων ἔσται.

The Portion for Remaining Tribes

23Καὶ τὸ περισσὸν τῶν φυλῶν, ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Βενιαμείν, μία. 24καὶ ἀπὸ τῶν ὁρίων τῶν Βενιαμείν, ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Συμεών, μία. 25καὶ ἀπὸ τῶν ὁρίων τῶν Συμεών, ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ἰσσαχάρ, μία. 26καὶ ἀπὸ τῶν ὁρίων τῶν Ἰσσαχάρ, ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ζαβουλών, μία. 27καὶ ἀπὸ τῶν ὁρίων τῶν Ζαβουλών, ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Γάδ, μία. 28καὶ ἀπὸ τῶν ὁρίων τῶν Γὰδ ἕως τῶν πρὸς λίβα, καὶ ἔσται τὰ ὅρια αὐτοῦ ἀπὸ Θαιμὰν καὶ ὕδατος Βαριμὼθ Καδής, κληρονομίας, ἕως τῆς θαλάσσης τῆς μεγάλης. 29αὕτη ἡ γῆ ἣν βαλεῖτε ἐν κλήρῳ ταῖς φυλαῖς Ἰσραήλ, καὶ οὗτοι οἱ διαμερισμοὶ αὐτῶν, λέγει Κύριος θεός.

The City Gates and Dimensions

30καὶ αὗται αἱ διεκβολαὶ τῆς πόλεως αἱ πρὸς βορρᾶν, τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ. 31καὶ αἱ πύλαι τῆς πόλεως ἐπ᾽ ὀνόμασιν φυλῶν τοῦ Ἰσραήλ· πύλαι τρεῖς πρὸς βορρᾶν, πύλη Ῥουβὴν μία, καὶ πύλη Ἰούδα μία, καὶ πύλη Λευεὶ μία. 32καὶ τὰ πρὸς ἀνατολὰς τετρακισχίλιοι καὶ πεντακόσιοι· καὶ πύλαι τρεῖς, πύλη Ἰωσὴφ μία, καὶ πύλη Βενιαμεὶν μία, καὶ πύλη Δὰν μία. 33καὶ τὰ πρὸς νότον τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ· καὶ πύλαι τρεῖς, πύλη Συμεὼν μία, καὶ πύλη Ἰσσαχὰρ μία, καὶ πύλη Ζαβουλὼν μία. 34καὶ τὰ πρὸς θάλασσαν τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ· καὶ πύλαι τρεῖς, πύλη Γὰδ μία, καὶ πύλη Ἀσὴρ μία, καὶ πύλη Νεφθαλεὶμ μία. 35κύκλωμα, δέκα καὶ ὀκτὼ χιλιάδες. καὶ τὸ ὄνομα τῆς πόλεως, ἀφ᾽ ἧς ἂν ἡμέρας γένηται, ἔσται τὸ ὄνομα αὐτῆς. ⸆

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Ezekiel 47
Top of Page
Top of Page