Ezekiel 30
Swete's Septuagint ABP ▾  HEB ▾ 

A Lament for Egypt

1Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων

2Υἱὲ ἀνθρώπου, προφήτευσον καὶ εἰπόν Τάδε λέγει Κύριος Ὢ ὢ ἡμέρα,

3ὅτι ἐγγὺς ἡμέρα, τοῦ κυρίου ἡμέρα, πέρας ἐθνῶν ἔσται.

4καὶ ἥξει μάχαιρα ἐπ᾽ Αἰγυπτίους, καὶ ἔσται ταραχὴ ἐν γῇ Αἰθιοπίᾳ, καὶ συμπεσοῦνται τετραυματισμένοι ἐν Αἰγύπτῳ καὶ συμπεσεῖται αὐτῆς τὰ θεμέλια.

5Πέρσαι καὶ Κρῆτες καὶ Λυδοὶ καὶ Λίβυες καὶ πάντες οἱ ἐπίμικτοι καὶ τῶν υἱῶν τῆς διαθήκης μου μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ.

6καὶ πεσοῦνται τὰ ἀντιστηρίγματα Αἰγύπτου, καὶ καταβήσεται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς ἀπὸ Μαγδώλου ἕως Συήνης· μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ, λέγει Κύριος.

7καὶ ἐρημωθήσεται ἐν μέσῳ χωρῶν ἠρημωμένων, καὶ αἱ πόλεις αὐτῶν ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται·

8καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ὅταν δῶ πῦρ ἐπ᾽ Αἴγυπτον καὶ συντριβῶσι πάντες οἱ βοηθοῦντες αὐτῇ.

9ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσονται ἄγγελοι σπεύδοντες ἀφανίσαι τὴν Αἰθιοπίαν, καὶ ἔσται ταραχὴ ἐν αὐτοῖς ἐν τῇ ἡμέρᾳ Αἰγύπτου, ὅτι ἰδοὺ ἥκει.

10Τάδε λέγει κύριος Κύριος Καὶ ἀπολῶ πλῆθος Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδονοσὸρ βασιλέως Βαβυλῶνος,

11αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ· λοιμοὶ ἀπὸ ἐθνῶν ἀπεσταλμένοι ἀπολέσαι γῆν· καὶ ἐκκενώσουσιν πάντες τὰς μαχαίρας αὐτῶν ἐπ᾽ Αἴγυπτον, καὶ πλησθήσεται ἡ γῆ τραυματιῶν.

12καὶ δώσω τοὺς ποταμοὺς αὐτῶν ἐρήμους καὶ ἀπολῶ τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἐν χερσὶν ἀλλοτρίων, ἐγὼ Κύριος λελάληκα.

13Ὅτι τάδε λέγει κύριος Κύριος Καὶ ἀπολῶ μεγιστᾶνας ἀπὸ Μέμφεως καὶ ἄρχοντας Μέμφεως ἐκ γῆς Αἰγύπτου, καὶ οὐκ ἔσονται ἔτι.

14καὶ ἀπολῶ γῆν Φαθωρῆς, καὶ δώσω πῦρ ἐπὶ Τάνιν, καὶ ποιήσω ἐκδίκησιν ἐν Διοσπόλει.

15καὶ ἐκχεῶ τὸν θυμόν μου ἐπὶ Σάιν τὴν ἰσχὺν Αἰγύπτου, καὶ ἀπολῶ τὸ πλῆθος Μέμφεως.

16καὶ δώσω πῦρ ἐπ᾽ Αἴγυπτον, καὶ ταραχὴν ταραχθήσεται Συήνη, καὶ ἐν Διοσπόλει ἔσται ἔκρημα καὶ διαχυθήσεται ὕδατα.

17νεανίσκοι Ἡλίου πόλεως καὶ Βουβάστου ἐν μαχαίρᾳ πεσοῦνται, καὶ αἱ γυναῖκες ἐν αἰχμαλωσίᾳ πορεύσονται,

18καὶ ἐν Τάφναις συσκοτάσει ἡ ἡμέρα, ἐν τῷ συντρίψαι με ἐκεῖ τὰ σκῆπτρα Αἰγύπτου, καὶ ἀπολεῖται ἐκεῖ ἡ ὕβρις ἰσχύος αὐτῆς, καὶ ταύτην νεφέλη καλύψει, καὶ αἱ θυγατέρες αὐτῆς αἰχμάλωτοι ἀχθήσονται.

19καὶ ποιήσω κρίμα ἐν Αἰγύπτῳ, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.

The Broken Arms of Pharaoh

20Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει ἐν τῷ πρώτῳ μηνὶ ἑβδόμῃ τοῦ μηνὸς ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων 21Υἱὲ ἀνθρώπου, τοὺς βραχίονας Φαραὼ βασιλέως Αἰγύπτου συνέτριψα, καὶ ἰδοὺ οὐ κατεδεήθη τοῦ δοθῆναι ἴασιν, τοῦ δοθῆναι ἐπ᾽ αὐτὸν μάλαγμα, τοῦ δοθῆναι ἰσχὺν ἐπιλαβέσθαι μαχαίρας. 22διὰ τοῦτο τάδε λέγει κύριος Κύριος Ἰδοὺ ἐγὼ ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου, καὶ συντρίψω τοὺς βραχίονας αὐτοῦ τοὺς ἰσχυροὺς καὶ τοὺς τεταμένους, καὶ καταβαλῶ τὴν μάχαιραν αὐτοῦ ἐκ τῆς χειρὸς αὐτοῦ· 23καὶ διασπερῶ Αἴγυπτον εἰς τὰ ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας, 24καὶ κατισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος καὶ δώσω τὴν ῥομφαίαν μου εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ἐπάξει αὐτὴν ἐπ᾽ Αἴγυπτον καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς. 25καὶ ἐνισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος, οἱ βραχίονες Φαραὼ πεσοῦνται· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ δοῦναι τὴν ῥομφαίαν μου εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ ἐκτενεῖ αὐτὴν ἐπὶ γῆν Αἰγύπτου. 26καὶ διασπερῶ Αἴγυπτον εἰς τὰ ἔθνη, καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας· καὶ γνώσονται πάντες ὅτι ἐγώ εἰμι Κύριος.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Ezekiel 29
Top of Page
Top of Page