Exodus 40
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Tabernacle Set Up

1Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων 2Ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου νουμηνίᾳ στήσεις τὴν σκηνὴν τοῦ μαρτυρίου· 3καὶ σκεπάσεις τὴν κιβωτὸν τοῦ μαρτυρίου τῷ καταπετάσματι· 4καὶ εἰσοίσεις τὴν τράπεζαν, καὶ προθήσεις τὴν πρόθεσιν αὐτῆς· καὶ εἰσοίσεις τὴν λυχνίαν, καὶ ἐπιθήσεις τοὺς λύχνους αὐτῆς· 5καὶ θήσεις τὸ θυσιαστήριον τὸ χρυσοῦν εἰς τὸ θυμιᾷν ἐναντίον τῆς κιβωτοῦ· καὶ ἐπιθήσεις κάλυμμα καταπετάσματος ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου· 6καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων θήσεις παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ περιθήσεις τὴν σκηνήν, καὶ πάντα τὰ αὐτῆς ἁγιάσεις κύκλῳ. 7καὶ λήμψῃ τὸ ἔλαιον τοῦ χρίσματος, καὶ χρίσεις τὴν σκηνὴν καὶ πάντα τὰ ἐν αὐτῇ, καὶ ἁγιάσεις αὐτήν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ ἔσται ἁγία. 8καὶ χρίσεις τὸ θυσιαστήριον τῶν καρπωμάτων καὶ πάντα αὐτοῦ τὰ σκεύη, 9καὶ ἁγιάσεις τὸ θυσιαστήριον, καὶ ἔσται ἅγιον τῶν ἁγίων. 10καὶ προσάξεις Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ λούσεις αὐτοὺς ὕδατι· 11καὶ ἐνδύσεις Ἀαρὼν τὰς στολὰς τὰς ἁγίας, καὶ χρίσεις αὐτὸν καὶ ἁγιάσεις αὐτὸν ἱερατεύειν μοι· 12καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις, καὶ ἐνδύσεις αὐτοὺς χιτῶνας, 13καὶ ἀλείψεις αὐτοὺς ὃν τρόπον ἤλειψας τὸν πατέρα αὐτῶν, καὶ ἱερατεύσουσίν μοι· καὶ ἔσται ὥστε εἶναι αὐτοῖς χρίσμα ἱερατίας εἰς τὸν αἰῶνα, εἰς τὰς γενεὰς αὐτῶν. 14καὶ ἐποίησεν Μωσῆς πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος, οὕτως ἐποίησεν. 15Καὶ ἐγένετο ἐν τῷ μηνὶ τῷ πρώτῳ τῷ δευτέρῳ ἔτει ἐκπορευομένων αὐτῶν ἐξ Αἰγύπτου νουμηνίᾳ, ἐστάθη ἡ σκηνή· 16καὶ ἔστησεν Μωσῆς τὴν σκηνήν, καὶ ἐπέθηκεν τὰς κεφαλίδας καὶ διενέβαλεν τοὺς μοχλοὺς καὶ ἔστησεν τοὺς στύλους·

17καὶ ἐξέτεινεν τὰς αὐλαίας ἐπὶ τὴν σκηνήν, καὶ ἐπέθηκεν τὸ κατακάλυμμα τῆς σκηνῆς ἐπ᾽ αὐτῆς ἄνωθεν, καθὰ συνέταξεν Κύριος τῷ Μωσῇ. 18Καὶ λαβὼν τὰ μαρτύρια ἐνέβαλεν εἰς τὴν κιβωτόν, καὶ ὑπέθηκεν τοὺς διωστῆρας ὑπὸ τὴν κιβωτόν, 19καὶ εἰσήνεγκεν τὴν κιβωτὸν εἰς τὴν σκηνὴν καὶ ἐπέθηκεν τὸ κατακάλυμμα τοῦ καταπετάσματος, καὶ ἐσκέπασεν τὴν κιβωτὸν τοῦ μαρτυρίου, ὃν τρόπον συνέταξεν Κύριος τῷ Μωυσῇ. 20Καὶ ἐπέθηκεν τὴν τράπεζαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐπὶ τὸ κλίτος τῆς σκηνῆς τοῦ μαρτυρίου τὸ πρὸς βορρᾶν ἔξωθεν τοῦ καταπετάσματος τῆς σκηνῆς, 21καὶ προέθηκεν ἐπ᾽ αὐτῆς ἄρτους τῆς προθέσεως ἔναντι Κυρίου, ὃν τρόπον συνέταξεν Κύριος τῷ Μωυσῇ. 22Καὶ ἔθηκεν τὴν λυχνίαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, εἰς τὸ κλίτος τῆς σκηνῆς τὸ πρὸς νότον, 23καὶ ἐπέθηκεν τοὺς λύχνους αὐτῆς ἔναντι Κυρίου, ὃν τρόπον συνέταξεν Κύριος τῷ Μωυσῇ. 24Καὶ ἔθηκεν τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἀπέναντι τοῦ καταπετάσματος, 25καὶ ἐθυσίασεν ἐπ᾽ αὐτοῦ τὸ θυμίαμα τῆς συνθέσεως, καθάπερ συνέταξεν Κύριος τῷ Μωυσῇ. 26Καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων ἔθηκεν παρὰ τὰς θύρας τῆς σκηνῆς, 27καὶ ἔστησεν τὴν αὐλὴν κύκλῳ τῆς σκηνῆς καὶ τοῦ θυσιαστηρίου· καὶ συνετέλεσεν Μωυσῆς πάντα τὰ ἔργα. 28 29Καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ δόξης Κυρίου ἐπλήσθη ἡ σκηνή· 30 31 32 33

The Glory of the Lord

34 35καὶ οὐκ ἠδυνάσθη Μωσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ᾽ αὐτὴν ἡ νεφέλη, καὶ δόξης Κυρίου ἐπλήσθη ἡ σκηνή. 36ἡνίκα δ᾽ ἂν ἀνέβη ἀπὸ τῆς σκηνῆς ἡ νεφέλη, ἀνεζεύγνυσαν οἱ υἱοὶ Ἰσραὴλ σὺν τῇ ἀπαρτίᾳ αὐτῶν· 37εἰ δὲ μὴ ἀνέβη ἡ νεφέλη, οὐκ ἀνεζεύγνυσαν ἕως ἡμέρας ἧς ἀνέβη ἡ νεφέλη. 38νεφέλη γὰρ ἦν ἐπὶ τῆς σκηνῆς ἡμέρας, καὶ πῦρ ἦν ἐπ᾽ αὐτῆς νυκτός, ἐναντίον παντὸς Ἰσραήλ, ἐν πάσαις ταῖς ἀναζυγαῖς αὐτῶν.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Exodus 39
Top of Page
Top of Page