1 Kings 7
Swete's Septuagint ABP ▾  HEB ▾ 

Solomon Builds his Palace

1Καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμὼν καὶ ἔλαβεν τὸν Χειρὰμ ἐκ Τύρου, 2υἱὸν γυναικὸς χήρας, καὶ οὗτος ἀπὸ τῆς φυλῆς Νεφθαλεί, καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος, τέκτων χαλκοῦ καὶ πεπληρωμένος τῆς τέχνης καὶ συνέσεως καὶ γυώσεως τοῦ ποιεῖν πᾶν ἔργον ἐν χαλκῷ· καὶ εἰσηνέχθη πρὸς τὸν βασιλέα Σαλωμών, καὶ ἐποίησεν πάντα τὰ ἔργα. 3καὶ ἐχώνευσεν τὸ αἰλὰμ τοῦ οἴκου, ὀκτὼ καὶ δέκα πήχεις ὕψος τοῦ στύλου· καὶ περίμετρον τέσσαρες καὶ δέκα πήχεις ἐκύκλου αὐτόν, τὸ πάχος τοῦ στύλου· τεσσάρων δακτύλων τὰ κοιλώματα· καὶ οὕτως στύλος ὁ δεύτερος. 4καὶ δύο ἐπιθέματα ἐποίησεν, δοῦναι ἐπὶ τὰς κεφαλὰς τῶν στύλων, χωνευτά· πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιθέματος τοῦ ἑνός. 5καὶ ἐποίησεν δύο δίκτυα περικαλύψαι τὸ ἐπίθεμα τῶν στύλων, καὶ δίκτυον τῷ ἐπιθέματι τῷ ἑνὶ καὶ δίκτυον τῷ ἐπιθέματι τῷ δευτέρῳ.

6καὶ ἔργον κρεμαστόν, δύο στίχοι ῥοῶν χαλκῶν δεδικτυωμένοι, ἔργον κρεμαστόν, στίχος ἐπὶ στίχον· καὶ οὕτως ἐποίησεν τῷ ἐπιθέματι τῷ δευτέρῳ.

7καὶ ἔστησεν τοὺς στύλους τοῦ αἰλὰμ τοῦ ναοῦ· καὶ ἔστησεν τὸν στύλον τὸν ἕνα καὶ ἐπεκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰαχούμ, καὶ ἔστησεν τὸν στύλον τὸν δεύτερον καὶ ἐπεκάλεσεν τὸ ὄνομα αὐτοῦ βάλαζ.

8καὶ ἐπὶ τῶν κεφαλῶν τῶν στύλων ἔργον κρίνου κατὰ τὸ αἰλὰμ τεσσάρων πηχῶν.

9καὶ μέλαθρον ἐπ᾽ ἀμφοτέρων τῶν στύλων, καὶ ἐπάνωθεν τῶν πλευρῶν ἐπίθεμα τὸ μέλαθρον τῷ πήχει.

10καὶ ἐποίησεν τὴν θάλασσαν δέκα ἐν πήχει ἀπὸ τοῦ τείχους αὐτῆς ἕως τοῦ χείλους αὐτῆς, στρογγὺλον κὺκλῳ τὸ αὐτό· πέντε ἐν πήχει τὸ ὕψος αὐτῆς καὶ συνηγμένοι τρεῖς καὶ τριάκοντα ἐν πήχει. 11καὶ ὑποστηρίγματα ὑποκάτωθεν τοῦ χείλους αὐτῆς κυκλόθεν ἐκύκλουν αὐτὴν δέκα ἐν πήχει κυκλόθεν· 12καὶ τὸ χεῖλος αὐτῆς ὡς ἔργον χείλους ποτηρίου, βλαστὸς κρίνου, καὶ τὸ πάχος αὐτοῦ παλαιστής.

The Work of Hiram

13καὶ δώδεκα βόες ὑποκάτω τῆς θαλάσσης, οἱ τρεῖς ἐπιβλέποντες βορρᾶν, καὶ οἱ τρεῖς ἐπιβλέποντες θάλασσαν, καὶ οἱ τρεῖς ἐπιβλέποντες νότον, καὶ οἱ τρεῖς ἐπιβλέποντες ἀνατολήν. καὶ πάντα τὰ ὀπίσθια εἰς τὸν οἶκον, καὶ ἡ θάλασσα ἐπ᾽ αὐτῶν ἐπάνωθεν. 14καὶ ἐποίησεν δέκα μεχωνὼθ χαλκᾶς· πέντε πήχεις μῆκος τῆς μεχωνὼθ τῆς μιᾶς, καὶ τέσσαρες πήχεις πλάτος αὐτῆς, καὶ ἓξ ἐν πήχει ὕψος αὐτῆς.

15καὶ τοῦτο τὸ ἔργον τῶν μεχωνώθ· συνκλειστὸν αὐτοῖς, καὶ συνκλειστὸν ἀνὰ μέσον τῶν ἐξεχομένων. 16καὶ ἐπὶ τὰ συνκλείσματα αὐτῶν ἀνὰ μέσον ἐξεχομένων λέοντες καὶ βόες καὶ χερουβείν· καὶ ἐπὶ τῶν ἐξεχομένων οὕτως καὶ ἐπάνωθεν, καὶ ὑποκάτωθεν τῶν λεόντων καὶ τῶν βοῶν χῶραι, ἔργον καταβάσεως. 17καὶ τέσσαρες τροχοὶ χαλκοῖ τῇ μεχωνὼθ τῇ μιᾷ, καὶ τὰ προσέχοντα χαλκᾶ καὶ τέσσερα μέρη αὐτῶν, ὠμίαι ὑποκάτω τῶν λουτήρων. 18καὶ χεῖρες ἐν τοῖς τροχοῖς ἐν τῷ μεχωνώθ· καὶ τὸ ὕψος τοῦ τροχοῦ τοῦ ἑνὸς πήχεος καὶ ἡμίσους. 19καὶ τὸ ἔργον τῶν τροχῶν ἔργον τροχῶν ἅρματος· αἱ χεῖρες αὐτῶν καὶ οἱ νῶτοι αὐτῶν καὶ ἡ πραγματεία αὐτῶν πάντα χωνευτά. 20αἱ τέσσαρες ὠμίαι ἐπὶ τῶν τεσσάρων γωνιῶν τῆς μεχωνὼθ τῇ μιᾷ, ἐκ τῆς μεχωνὼθ οἱ ὦμοι αὐτῆς· 21καὶ ἐπὶ τῆς κεφαλῆς τῆς μεχωνὼθ ἥμισυ τοῦ πήχεος μέγεθος αὐτῆς, στρογγύλον κύκλῳ ἐπὶ τῆς κεφαλῆς τῆς μεχωνώθ· καὶ ἀρχὴ χειρῶν αὐτῆς καὶ τὰ συγκλείσματα αὐτῆς· καὶ ἠνοίγετο ἐπὶ τέσσαρας ἀρχὰς τῶν χειρῶν αὐτῆς. 22καὶ τὰ συγκλείσματα αὐτῆς χερουβεὶν καὶ λέοντες καὶ φοίνικες ἑστῶτα, ἐχόμενον ἕκαστον κατὰ πρόσωπον ἔσω καὶ τὰ κυκλόθεν.

The Sea of Cast Metal

23κατ᾽ αὐτὴν ἐποίησεν πάσας τὰς δέκα μεχωνώθ, τάξιν μίαν καὶ μέτρον ἓν πάσαις. 24καὶ ἐποίησεν δέκα χυτροκαύλους χαλκοῦς, τεσσεράκοντα χοεῖς χωροῦντας τὸν χυτρόκαυλον τὸν ἕνα μετρήσει· ὁ χυτρόκαυλος ὁ εἷς ἐπὶ τῇ μεχωνὼθ τῇ μιᾷ, ταῖς δέκα μεχωνώθ. 25καὶ ἔθετο τὰς πέντε μεχωνὼθ ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐξ ἀριστερῶν· καὶ ἡ θάλασσα ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐκ δεξιῶν κατ᾽ ἀνατολὰς ἀπὸ τοῦ κλίτους τοῦ νότου. 26καὶ ἐποίησεν Χειρὰμ τοὺς λέβητας καὶ τὰς θερμάστρεις καὶ τὰς φιάλας· καὶ συνετέλεσεν Χειρὰμ ποιῶν πάντα τὰ ἔργα ἃ ἐποίησεν τῷ βασιλεῖ Σαλωμὼν ἐν οἴκῳ Κυρίου.

The Ten Bases

27στύλους δύο καὶ τὰ στρεπτὰ τῶν στύλων ἐπὶ τῶν κεφαλῶν τῶν στύλων δύο· καὶ τὰ δίκτυα δύο τοῦ καλύπτειν ἀμφότερα τὰ στρεπτὰ τῶν γλυφῶν τὰ ὄντα ἐπὶ τῶν στύλων· 28τὰς ῥόας τετρακοσίας ἀμφοτέροις τοῖς δικτύοις, δύο στίχοι ῥοῶν τῷ δικτύῳ τῷ ἑνὶ περικαλύπτειν ἀμφότερα τὰ ὄντα τὰ στρεπτὰ τῆς μεχωνὼθ ἐπ᾽ ἀμφοτέροις τοῖς στύλοις· 29καὶ τὰς μεχωνὼθ δέκα, καὶ τοὺς χυτροκαύλους δέκα ἐπὶ τῶν μεχωνώθ· 30καὶ τὴν θάλασσαν μίαν, καὶ τοὺς βόας δώδεκα ὑποκάτω τῆς θαλάσσης· 31καὶ τοὺς λέβητας καὶ τὰς θερμάστρεις καὶ τὰς φιάλας καὶ πάντα τὰ σκεύη ἃ ἐποίησεν Χειρὰμ τῷ βασιλεῖ Σαλωμὼν τῷ οἴκῳ Κυρίου· καὶ οἱ στύλοι τεσσεράκοντα καὶ ὀκτὼ τοῦ οἴκου τοῦ βασιλέως καὶ τοῦ οἴκου Κυρίου· πάντα τὰ ἔργα τοῦ βασιλέως ἐποίησεν Χειρὰμ χαλκᾶ ἄρδην. 32οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ οὗ ἐποίησεν πάντα τὰ ἔργα ταῦτα ἐκ πλήθους σφόδρα· οὐκ ἦν τέρμα τῶν σταθμῶν τοῦ χαλκοῦ. 33ἐν τῷ περιοίκῳ τοῦ Ἰορδάνου ἐχώνευσεν αὐτὰ ἐν τῷ πάχει τῆς γῆς, ἀνὰ μέσον Σοκχὼθ καὶ ἀνὰ μέσον Σειρά. 34καὶ ἔλαβεν ὁ βασιλεὺς Σαλωμὼν τὰ σκεύη ἃ ἐποίησεν ἐν οἴκῳ, τὸ θυσιαστήριον τὸ χρυσοῦν, καὶ τὴν τράπεζαν ἐφ᾽ ἧς οἱ ἄρτοι τῆς προσφορᾶς χρυσῆν, 35καὶ τὰς λυχνίας πέντε ἐξ ἀριστερῶν καὶ πέντε ἐκ δεξιῶν κατὰ πρόσωπον τοῦ δαβεὶρ χρυσᾶς συνκλειομένας, καὶ τὰ λαμπαδεῖα καὶ τοὺς λύχνους καὶ τὰς ἐπαρύστρις χρυσᾶς· 36καὶ τὰ πρόθυρα καὶ οἱ ἧλοι καὶ αἱ φιάλαι καὶ τὰ τρυβλία καὶ αἱ θυίσκαι χρυσαῖ, συνκλειστά· καὶ τὰ θυρώματα τῶν θυρῶν τοῦ οἴκου τοῦ ἐσωτάτου ἁγίου τῶν ἁγίων, καὶ τὰς θύρας τοῦ ναοῦ χρυσᾶς. 37καὶ ἀνεπληρώθη τὸ ἔργον ὃ ἐποίησεν Σαλωμὼν οἴκου Κυρίου· καὶ εἰσήνεγκεν Σαλωμὼν τὰ ἅγια Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ καὶ πάντα τὰ ἅγια Σαλωμών, τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκεν εἰς τοὺς θησαυροὺς οἴκου Κυρίου.

The Ten Bronze Basins

38Καὶ τὸν οἶκον ἑαυτῷ ᾠκοδόμησεν Σαλωμὼν τρισκαίδεκα ἔτη. 39καὶ ᾠκοδόμησεν τὸν οἶκον δρυμῷ τοῦ Λιβάνου· ἑκατὸν πήχεις μῆκος αὐτοῦ, καὶ πεντήκοντα πήχεις πλάτος αὐτοῦ· καὶ τριῶν στίχων στύλων κεδρίνων, καὶ ὠμίαι κέδριναι τοῖς στύλοις.

The Vessels

40καὶ ἐφάτνωσεν τὸν οἶκον ἄνωθεν ἐπὶ τῶν πλευρῶν τῶν στύλων· καὶ ἀριθμὸς τῶν στύλων τεσσεράκοντα καὶ πέντε ὁ στίχος, 41καὶ μέλαθρα τρία, καὶ χώρα ἐπὶ χώραν τρισσῶς. 42καὶ πάντα τὰ θυρώματα καὶ αἱ χῶραι τετράγωνοι μεμελαθρωμέναι, καὶ ἀπὸ τοῦ θυρώματος ἐπὶ θύραν τρισσῶς. 43καὶ τὸ αἰλὰμ τῶν στύλων πεντήκοντα μῆκος καὶ πεντήκοντα ἐν πλάτει ἐζυγωμένα, αἰλὰμ ἐπὶ πρόσωπον αὐτῶν· καὶ στύλοι καὶ πάχος ἐπὶ πρόσωπον αὐτῆς τοῖς αἰλαμμείν. 44καὶ τὸ αἰλὰμ τῶν θρόνων οὗ κρινεῖ ἐκεῖ, αἰλὰμ τοῦ κριτηρίου. 45καὶ ὁ οἶκος αὐτῶν, ἐν οἴκῳ καθήσεται ἐκεῖ, αὐλὴ μία ἐξ ἐλισσομένης τούτοις κατὰ τὸ ἔργον τοῦτο· καὶ οἶκον τῇ θυγατρὶ Φαραὼ ἣν ἔλαβεν Σαλωμὼν κατὰ τὸ αἰλὰμ τοῦτο. 46πάντα ταῦτα ἐκ λίθων τιμίων κεκολαμμένα ἐκ διαστήματος ἔσωθεν καὶ ἐκ τοῦ θεμελίου ἕως τῶν γεισῶν· καὶ ἔξωθεν εἰς τὴν αὐλὴν τὴν μεγάλην 47τὴν τεθεμελιωμένην ἐν τιμίοις λίθοις μεγάλοις, λίθοις δεκαπήχεσιν καὶ τοῖς ὀκταπήχεσιν·

48καὶ ἐπάνωθεν τιμίοις κατὰ τὸ μέτρον ἀπελεκήτων καὶ κέδροις. 49τῆς αὐλῆς τῆς μεγάλης κύκλοι τρεῖς στίχοι ἀπελεκήτων καὶ στίχος κεκολλημένης κέδρου. 50καὶ συνετέλεσεν Σαλωμὼν ὅλον τὸν οἶκον αὐτοῦ.

51

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

1 Kings 6
Top of Page
Top of Page