1 Chronicles 11
Swete's Septuagint ABP ▾  HEB ▾ 

David Becomes King over All Israel

1Καὶ ἦλθεν πᾶς Ἰσραὴλ πρὸς Δαυεὶδ ἐν Χεβρὼν λέγοντες Ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς· 2καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ἰσραήλ. καὶ εἶπεν Ἰσραήλ Κύριός σοι Σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραήλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ Ἰσραήλ. 3καὶ ἦλθον πάντες πρεσβύτεροι Ἰσραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρών, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυεὶδ διαθήκην ἐν Χεβρὼν ἐναντίον Κυρίου, καὶ ἔχρισαν τὸν Δαυεὶδ εἰς βασιλέα ἐπὶ Ἰσραὴλ κατὰ τὸν λόγον Κυρίου διὰ χειρὸς Σαμουήλ.

David Conquers Jerusalem

4Καὶ ἐπορεύθη ὁ βασιλεὺς καὶ ἄνδρες αὐτοῦ εἰς Ἰερουσαλήμ, αὕτη Ἰεβούς, καὶ ἐκεῖ οἱ Ἰεβουσαῖοι οἱ κατοικοῦντες τὴν Ἰεβοὺς 5εἶπαν τῷ Δαυεὶδ Οὐκ εἰσελεύσῃ ὧδε. καὶ προκατελάβετο τὴν περιοχὴν Σειών, αὕτη ἡ πόλις Δαυείδ. 6καὶ εἶπεν Δαυεὶδ Πᾶς τύπτων Ἰεβουσαῖον ἐν πρώτοις, καὶ ἔσται εἰς ἄρχοντα καὶ εἰς στρατηγόν· καὶ ἀνέβη ἐπ᾽ αὐτῇ ἐν πρώτοις Ἰωὰβ υἱὸς Σαρουιά, καὶ ἐγένετο εἰς ἄρχοντα. 7καὶ ἐκάθισεν Δαυεὶδ ἐν τῇ περιοχῇ· διὰ τοῦτο ἐκάλεσεν αὐτὴν Πόλιν Δαυείδ· 8καὶ ᾠκοδόμησεν τὴν πόλιν κύκλῳ· καὶ ἐπολέμησεν καὶ ἔλαβεν τὴν πόλιν. 9καὶ ἐπορεύετο Δαυεὶδ πορευόμενος, καὶ Κύριος Παντοκράτωρ μετ᾽ αὐτοῦ.

David's Mightiest Warriors

10καὶ οὗτοι οἱ ἄρχοντες τῶν δυνατῶν οἳ ἦσαν τῷ Δαυείδ, οἱ κατισχύοντες μετ᾽ αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ παντὸς Ἰσραὴλ τοῦ βασιλεῦσαι αὐτὸν κατὰ τὸν λόγον Κυρίου ἐπὶ Ἰσραήλ. 11καὶ οὗτος ὁ ἀριθμὸς τῶν δυνατῶν τοῦ Δαυείδ· Ἰεσεβαδὰ υἱὸς Ἁχαμανεὶ πρῶτος τῶν τριάκοντα· οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἅπαξ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί.

12καὶ μετ᾽ αὐτὸν Ἐλεαζὰρ υἱὸς Δωδαὶ ὁ Ἀρχωνεί, οὗτος ἦν ἐν τοῖς τρισὶν δυνατοῖς. 13οὗτος ἦν μετὰ Δαυεὶδ ἐν Φασοδομή, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἦν μερὶς τοῦ ἀγροῦ πλήρης κριθῶν, καὶ ὁ λαὸς ἔφυγεν ἀπὸ προσώπου ἀλλοφύλων. 14καὶ ἔστη ἐν μέσῳ τῆς μερίδος καὶ ἔσωσεν αὐτήν, καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους· καὶ ἐποίησεν Κύριος σωτηρίαν μεγάλην.

15καὶ κατέβησαν τρεῖς ἐκ τῶν τριάκοντα ἀρχόντων εἰς τὴν πέτραν πρὸς Δαυεὶδ εἰς τὸ σπήλαιον Ὀδολλάμ, καὶ παρεμβολὴ τῶν ἀλλοφύλων ἐν τῇ κοιλάδι τῶν γιγάντων. 16καὶ Δαυεὶδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ σύστεμα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλέεμ. 17καὶ ἐπεθύμησεν Δαυεὶδ καὶ εἶπεν Τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου Βηθλέεμ τοῦ ἐν τῇ πύλῃ; 18καὶ διέρρηξαν οἱ τρεῖς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλέεμ, ὃς ἦν ἐν τῇ πύλῃ, καὶ ἔλαβον πρὸς Δαυείδ, καὶ οὐκ ἤθελεν Δαυεὶδ τοῦ πιεῖν αὐτό· καὶ ἔσπεισεν αὐτὸ τῷ κυρίῳ 19καὶ εἶπεν Ἵλεώς μοι ὁ θεὸς τοῦ ποιῆσαι τὸ ῥῆμα τοῦτο· εἰ αἷμα ἀνδρῶν τούτων πίομαι ἐν ψυχαῖς αὐτῶν; ὅτι ἐν ψυχαῖς αὐτῶν ἤνεγκαν· καὶ οὐκ ἐβούλετο πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί.

David's Thirty Mighty Men

20καὶ Ἀβεισὰ ἀδελφὸς Ἰωάβ, οὗτος ἦν ἄρχων τῶν τριῶν, οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί· καὶ οὗτος ἦν ὀνομαστὸς ἐν τοῖς τρισίν, 21ἀπὸ τῶν τριῶν ὑπὲρ τοὺς δύο ἔνδοξος, καὶ ἦν αὐτοῖς εἰς ἄρχοντα, καὶ ἕως τῶν τριῶν οὐκ ἤρχετο.

22καὶ Βαναιὰ υἱὸς Ἰωδάε υἱὸς ἀνδρὸς δυνατοῦ, πολλὰ ἔργα αὐτοῦ ὑπὲρ Καβασαήλ· οὗτος ἐπάταξεν τοὺς δύο ἀριὴλ Μωάβ, καὶ οὗτος κατέβη καὶ ἐπάταξεν τὸν λέοντα ἐν τῷ λάκκῳ ἐν ἡμέρᾳ χιόνος, 23καὶ οὗτος ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατὸν πεντάπηχυν· καὶ ἐν χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ἀντίον ὑφαινόντων· καὶ κατέβη ἐπ᾽ αὐτὸν Βαναίας ἐν ῥάβδῳ καὶ ἀφείλατο ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου τὸ δόρυ, καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ. 24ταῦτα ἐποίησεν Βαναίας υἱὸς Ἰωάδ, καὶ τούτῳ ὄνομα ἐν τοῖς τρισὶν τοῖς δυνατοῖς· 25ὑπὲρ τοὺς τριάκοντα ἔνδοξος οὗτος, καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο, καὶ κατέστησεν αὐτὸν Δαυεὶδ ἐπὶ τὴν πατριὰν αὐτοῦ.

26Καὶ δυνατοὶ τῶν δυνάμεων· Ἀσαὴλ ἀδελφὸς Ἰωάβ, Ἐλεανὰν υἱὸς Δωδῶε Βαιθλάεμ, 27Σαμαὼθ ὁ Ἁδί, Χέλλης ὁ Φελωνεί, 28Ὠραὶ υἱὸς Ἐκτὴς ὁ Θεκώ, Ἀβιέζερ ὁ Ἀναθωθεί, 29Σοβοχαὶ ὁ Ἁθεί, Ἠλεὶ ὁ Ἀχωνεί, 30Νεερὲ ὁ Νεθωφατεί, Χθάοδ υἱὸς Νοοζὰ ὁ Νετωφατεί, 31Αἰρεὶ υἱὸς Ῥεβιὲ ἐκ βουνοῦ Βενιαμείν, Βαναίας ὁ Φαραθωνεί, 32Οὑρεὶ ἐκ ναχαλεὶ Γάας, Ἀβιὴλ ὁ Γαραβαιθθί, 33Ἀζβὼν ὁ Βεερμείν, Σαμαβὰ ὁ Ὁμεί· 34Βενναίας ὁ Σομολογεννουνείν, Ἰωναθὰν υἱὸς Σωλὰ ὁ Ἁραχεί, 35Ἀχεὶμ υἱὸς Ἀχὰρ ὁ Ἁραρεί, Ἐλφὰτ υἱὸς Σθύρ, 36Ὅφαρ Μοχόρ, Ἀχειὰ ὁ Φεδωνεί, 37Ἡσερὲ ὁ Χαρμαδαί, Νααραὶ υἱὸς Ἀζωβαί, 38Ἰωὴλ υἱὸς Ναθάν, Μεβαὰλ υἱὸς Ἁγαρεί, 39Σέλη ὁ Ἀμμωνεί, Ναχὼρ ὁ Βερθεὶ αἴρων σκεύη υἱῷ Σαρουία, 40Ἰρὰ ὁ Ἠθηρεί, Γαρηοβαί, Ἰοθηρεί· 41Οὐρεὶ ὁ Χεττεί, Ζαβὲτ υἱὸς Ἀχαιά, 42Ἀδεινὰ υἱὸς Σαιζὰ τοῦ Ῥουβὴν ἄρχων καὶ ἐπ᾽ αὐτῷ τριάκοντα, 43Ἁνὰν υἱὸς Μοωχὰ καὶ Ἰωσαφὰτ ὁ Βαιθανεί, 44Ὀζειὰ ὁ Ἀσταρωθεί, Σαμαθὰ καὶ Ἰειά, υἱοὶ Κωθὰν τοῦ Ἀραρεί, 45Ἐλθειὴλ υἱὸς Σαμερεὶ καὶ Ἰωάζαε ὁ ἀδελφὸς αὐτοῦ ὁ Ἰεασεί, 46Λειὴλ ὁ Μιεὶ καὶ Ἰαριβεὶ καὶ Ἰωσειὰ υἱὸς αὐτοῦ, Ἐλλάαμ καὶ Ἐθεμὰ ὁ Μωαβείτης, 47Δαλειὴλ καὶ Ἰωβὴθ καὶ Ἐσσειὴλ ὁ Μειναβειά.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

1 Chronicles 10
Top of Page
Top of Page