|
8 Μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν 9 τὸ γάρ Οὐ μοιχεύσεις Οὐ φονεύσεις Οὐ κλέψεις Οὐκ ἐπιθυμήσεις καὶ εἴ τις ἑτέρα ἐντολή ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται ἐν τῷ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν 10 ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται πλήρωμα οὖν νόμου ἡ ἀγάπη Romans 13:8-10, Hebrew & Greek Study Bible. Public domain.
|



