|
20 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν 21 Ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν Οἱ δὲ εἶπαν Τὸν Βαραββᾶν 22 Λέγει αὐτοῖς ὁ Πιλᾶτος Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν Λέγουσιν πάντες Σταυρωθήτω 23 Ὁ δὲ ἔφη Τί γὰρ κακὸν ἐποίησεν Οἱ δὲ περισσῶς ἔκραζον λέγοντες Σταυρωθήτω Matthew 27:20-23, Hebrew & Greek Study Bible. Public domain.
|



