|
30 καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν ἀκούσαντες ὅτι Ἰησοῦς παράγει ἔκραξαν λέγοντες Κύριε «ἐλέησον ἡμᾶς» υἱὸς Δαυίδ 31 Ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν οἱ δὲ μεῖζον ἔκραξαν λέγοντες Κύριε «ἐλέησον ἡμᾶς» υἱὸς Δαυίδ 32 Καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν Τί θέλετε ποιήσω ὑμῖν 33 Λέγουσιν αὐτῷ Κύριε ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν 34 Σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ὀμμάτων αὐτῶν καὶ εὐθέως ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ Matthew 20:30-34, Hebrew & Greek Study Bible. Public domain.
|



