|
4 Ὡς δὲ ἐπαύσατο λαλῶν εἶπεν πρὸς τὸν Σίμωνα Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν 5 Καὶ ἀποκριθεὶς Σίμων εἶπεν Ἐπιστάτα δι’ ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὰ δίκτυα 6 καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ διερρήσσετο δὲ τὰ δίκτυα αὐτῶν Luke 5:4-6, Hebrew & Greek Study Bible. Public domain.
|



