|
57 Ὁ δὲ ἠρνήσατο λέγων Οὐκ οἶδα αὐτόν γύναι 58 Καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη Καὶ σὺ ἐξ αὐτῶν εἶ Ὁ δὲ Πέτρος ἔφη Ἄνθρωπε οὐκ εἰμί 59 Καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων Ἐπ’ ἀληθείας καὶ οὗτος μετ’ αὐτοῦ ἦν καὶ γὰρ Γαλιλαῖός ἐστιν 60 Εἶπεν δὲ ὁ Πέτρος Ἄνθρωπε οὐκ οἶδα ὃ λέγεις καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ Luke 22:57-60, Hebrew & Greek Study Bible. Public domain.
|



