|
32 μνημονεύετε τῆς γυναικὸς Λώτ 33 ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ περιποιήσασθαι ἀπολέσει αὐτήν ὃς δ’* ἂν ἀπολέσῃ* ζωογονήσει αὐτήν 34 λέγω ὑμῖν ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς ὁ εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται 35 ἔσονται δύο ἀλήθουσαι ἐπὶ τὸ αὐτό ἡ μία παραλημφθήσεται ἡ δὲ ἑτέρα ἀφεθήσεται 36 {δύο ἔσονται ἐν τῷ ἀγρῷ ὁ εἷς παραληφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται} 37 Καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ Ποῦ Κύριε Ὁ δὲ εἶπεν αὐτοῖς Ὅπου τὸ σῶμα ἐκεῖ καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται Luke 17:32-37, Hebrew & Greek Study Bible. Public domain.
|



