|
11 καὶ ἰδοὺ γυνὴ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα‿ οκτώ καὶ ἦν συνκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές 12 ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ Γύναι ἀπολέλυσαι τῆς ἀσθενείας σου 13 καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας καὶ παραχρῆμα ἀνωρθώθη καὶ ἐδόξαζεν τὸν Θεόν Luke 13:11-13, Hebrew & Greek Study Bible. Public domain.
|



