|
9 Λέγει αὐτῷ ὁ Ἰησοῦς Τοσούτῳ* χρόνῳ* μεθ’ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με Φίλιππε ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν Πατέρα πῶς σὺ λέγεις Δεῖξον ἡμῖν τὸν Πατέρα 10 οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν τὰ ῥήματα ἃ ἐγὼ λέγω ὑμῖν ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ ὁ δὲ Πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτοῦ 11 πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί εἰ δὲ μή διὰ τὰ ἔργα αὐτὰ πιστεύετε John 14:9-11, Hebrew & Greek Study Bible. Public domain.
|



