|
1 Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία πιστεύετε εἰς τὸν Θεόν καὶ εἰς ἐμὲ πιστεύετε 2 ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν εἰ δὲ μή εἶπον ἂν ὑμῖν ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν 3 καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω τόπον ὑμῖν πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε 4 καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε τὴν ὁδόν 5 Λέγει αὐτῷ Θωμᾶς Κύριε οὐκ οἴδαμεν ποῦ ὑπάγεις πῶς δυνάμεθα* τὴν ὁδὸν ‹εἰδέναι› John 14:1-5, Hebrew & Greek Study Bible. Public domain.
|



