|
5 Νεκρώσατε οὖν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς πορνείαν ἀκαθαρσίαν πάθος ἐπιθυμίαν κακήν καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία 6 δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ‹ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας› 7 ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε ὅτε ἐζῆτε ἐν τούτοις 8 νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα ὀργήν θυμόν κακίαν βλασφημίαν αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν Colossians 3:5-8, Hebrew & Greek Study Bible. Public domain.
|



