|
31 Οἱ δὲ εἶπαν Πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου 32 καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ κυρίου* σὺν πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ 33 καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες* παραχρῆμα 34 ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον παρέθηκεν τράπεζαν καὶ ἠγαλλιάσατο πανοικεὶ πεπιστευκὼς τῷ Θεῷ Acts 16:31-34, Hebrew & Greek Study Bible. Public domain.
|



