|
1 Περὶ δὲ τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν ἡ γνῶσις φυσιοῖ ἡ δὲ ἀγάπη οἰκοδομεῖ 2 εἴ τις δοκεῖ ἐγνωκέναι τι οὔπω ἔγνω καθὼς δεῖ γνῶναι 3 εἰ δέ τις ἀγαπᾷ τὸν Θεόν οὗτος ἔγνωσται ὑπ’ αὐτοῦ 4 Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ καὶ ὅτι οὐδεὶς Θεὸς εἰ μὴ εἷς 5 καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοὶ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς ὥσπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοί 6 ἀλλ’ ἡμῖν εἷς Θεὸς ὁ Πατήρ ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν καὶ εἷς Κύριος Ἰησοῦς Χριστός δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ 1 Corinthians 8:1-6, Hebrew & Greek Study Bible. Public domain.
|



