|
16 ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν Ἔσονται γάρ φησίν Οἱ δύο εἰς σάρκα μίαν 17 ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν 18 Φεύγετε τὴν πορνείαν πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει 19 ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου Πνεύματός ἐστιν οὗ ἔχετε ἀπὸ Θεοῦ καὶ οὐκ ἐστὲ ἑαυτῶν 20 ἠγοράσθητε γὰρ τιμῆς δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν ⧼καὶ ἐν τῷ πνεύματι ὑμῶν ἅτινά ἐστιν τοῦ θεοῦ⧽ 1 Corinthians 6:16-20, Hebrew & Greek Study Bible. Public domain.
|



