|
5 Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω Μακεδονίαν γὰρ διέρχομαι 6 πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ* ἢ καὶ παραχειμάσω ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι 7 οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς ἐὰν ὁ Κύριος ἐπιτρέψῃ 1 Corinthians 16:5-7, Hebrew & Greek Study Bible. Public domain.
|



