|
29 Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν καὶ οἱ ἄλλοι διακρινέτωσαν 30 ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ ὁ πρῶτος σιγάτω 31 δύνασθε γὰρ καθ’ ἕνα πάντες προφητεύειν ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται 32 καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται 33 οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεὸς ἀλλὰ εἰρήνης Ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων 34 αἱ γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν οὐ γὰρ ἐπιτρέπεται αὐταῖς λαλεῖν ἀλλὰ ὑποτασσέσθωσαν καθὼς καὶ ὁ νόμος λέγει 35 εἰ δέ τι μαθεῖν θέλουσιν ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν αἰσχρὸν γάρ ἐστιν γυναικὶ λαλεῖν ἐν ἐκκλησίᾳ 36 Ἢ ἀφ’ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν ἢ εἰς ὑμᾶς μόνους κατήντησεν 37 Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι Κυρίου ἐστὶν ἐντολή 39 Ὥστε ἀδελφοί μου ζηλοῦτε τὸ προφητεύειν καὶ τὸ λαλεῖν μὴ κωλύετε γλώσσαις 1 Corinthians 14:29-40, Hebrew & Greek Study Bible. Public domain.
|



