Ezekiel 28
Berean Greek Bible Par ▾ 

A Prophecy against the Ruler of Tyre

1Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων

2Καὶ σύ, υἱὲ ἀνθρώπου, εἰπὸν τῷ ἄρχοντι Τύρου Τάδε λέγει Κύριος Ἀνθ᾽ οὗ ὑψώθη σου ἡ καρδία, καὶ εἶπας θεός εἰμι ἐγώ, κατοικίαν Θεοῦ κατοίκηκα ἐν καρδίᾳ θαλάσσης, σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ θεός, καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν θεοῦ,

3μὴ σοφώτερος εἶ σὺ τοῦ Δανιήλ; σοφοὶ οὐκ ἐπαίδευσάν σε τῇ ἐπιστήμῃ αὐτῶν;

4μὴ ἐν τῇ ἐπιστήμῃ σου ἢ τῇ φρονήσει σου ἐποίησας σεαυτῷ δύναμιν καὶ χρυσίον καὶ ἀργύριον ἐν τοῖς θησαυροῖς σου;

5ἐν τῇ πολλῇ ἐπιστήμῃ σου καὶ ἐμπορίᾳ ἐπλήθυνας δύναμίν σου, ὑψώθη ἡ καρδία σου ἐν τῇ δυνάμει σου.

6διὰ τοῦτο τάδε λέγει Κύριος Ἐπειδὴ δέδωκας τὴν καρδίαν σου ὡς καρδίαν θεοῦ,

7ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν, καὶ ἐκκενώσουσιν τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου, καὶ στρώσουσιν τὸ κάλλος σου εἰς ἀπώλειαν,

8καὶ καταβιβάσουσίν σε, καὶ ἀποθανῇ θανάτῳ τραυματιῶν ἐν καρδίᾳ θαλάσσης.

9μὴ λέγων ἐρεῖς Θεός εἰμι ἐγώ, ἐνώπιον τῶν ἀναιρούντων σε; σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ θεός.

10ἐν πλήθει ἀπεριτμήτων ἀπολῇ ἐν χερσὶν ἀλλοτρίων, ὅτι ἐγὼ ἐλάλησα, λέγει Κύριος.

A Lament for the King of Tyre

11Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων

12Υἱὲ ἀνθρώπου, λάβε θρῆνον ἐπὶ τὸν ἄρχοντα Τύρου καὶ εἰπὸν αὐτῷ Τάδε λέγει κύριος Κύριος Σὺ ἀποσφράγισμα ὁμοιώσεως καὶ στέφανος κάλλους

13ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ θεοῦ ἐγενήθης. πᾶν λίθον χρηστὸν ἐνδέδεσαι, σάρδιον καὶ τοπάζιον καὶ σμάραγδον, καὶ ἄνθρακα καὶ σάπφειρον καὶ ἴασπιν, καὶ ἀργύριον καὶ χρυσίον, καὶ λιγύριον καὶ ἀχάτην καὶ ἀμέθυστον, καὶ χρυσόλιθον καὶ βηρύλλιον καὶ ὀνύχιον, καὶ χρυσίου ἐνέπλησας τοὺς θησαυρούς σου καὶ τὰς ἀποθήκας σου ἐν σοί.

14ἀφ᾽ ἧς ἡμέρας ἐκτίσθης σὺ μετὰ τοῦ χερούβ, ἔθηκά σε ἐν ὄρει ἁγίῳ θεοῦ, ἐγενήθης ἐν μέσῳ λίθων πυρίνων,

15ἐγενήθης ἄμωμος σὺ ἐν ταῖς ἡμέραις σου, ἀφ᾽ ἧς ἡμέρας σὺ ἐκτίσθης ἕως εὑρέθη τὰ ἀδικήματα ἐν σοί.

16ἀπὸ πλήθους τῆς ἐμπορίας σου ἔπλησας τὰ ταμιεῖά σου ἀνομίας, καὶ ἥμαρτες καὶ ἐτραυματίσθης ἀπὸ ὄρους τοῦ θεοῦ, καὶ ἤγαγέν σε τὸ χεροὺβ ἐκ μέσου λίθων πυρίνων.

17ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου, διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοῦ κάλλους σου· διὰ πλῆθος ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔρριψά σε, ἐναντίον βασιλέων ἔδωκά σε παραδειγματισθῆναι.

18διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου καὶ τῶν ἀδικιῶν τῆς ἐμπορίας σου ἐβεβήλωσα τὰ ἱερά σου, καὶ ἐξάξω πῦρ ἐκ μέσου σου, τοῦτο καταφάγεταί σε· καὶ δώσω σε σποδὸν ἐπὶ τῆς γῆς σου ἐναντίον πάντων τῶν ὁρώντων σε.

19καὶ πάντες οἱ ἐπιστάμενοί σε ἐν τοῖς ἔθνεσιν στενάξουσιν ἐπὶ σέ· ἀπωλία ἐγένου, καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα.

A Prophecy against Sidon

20Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων 21Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Σειδῶνα καὶ προφήτευσον ἐπ᾽ αὐτὴν

22καὶ εἰπόν Τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐπὶ σέ, Σειδών, καὶ ἐνδοξασθήσομαι ἐν σοί, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα, καὶ ἁγιασθήσομαι ἐν σοί.

23αἷμα καὶ θάνατος ἐν ταῖς πλατείαις σου, καὶ πεσοῦνται τετραυματισμένοι μαχαίραις ἐν σοὶ περικύκλῳ σου· καὶ γνώσονται διότι ἐγώ εἰμι Κύριος.

24καὶ οὐκ ἔσονται οὐκέτι ἐν τῷ οἴκῳ τοῦ Ἰσραὴλ σκόλοψ πικρίας καὶ ἄκανθα ὀδύνης ἀπὸ τῶν περικύκλῳ αὐτῶν τῶν ἀτιμασάντων αὐτούς, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.

The Restoration of Israel
(Jeremiah 30:1–17)

25τάδε λέγει κύριος Κύριος Καὶ συνάξω τὸν Ἰσραὴλ ἐκ τῶν ἐθνῶν οὗ διεσκορπίσθησαν ἐκεῖ, καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς καὶ ἐνώπιον τῶν λαῶν καὶ τῶν ἐθνῶν. 26καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν, ἣν δέδωκα τῷ δούλῳ μου Ἰακώβ, καὶ κατοικήσουσιν ἐπ᾽ αὐτῆς ἐν ἐλπίδι, καὶ οἰκοδομήσουσιν οἰκίας καὶ φυτεύσουσιν ἀμπελῶνας, καὶ κατοικήσουσιν ἐν ἐλπίδι, ὅταν ποιήσω κρίμα ἐν πᾶσιν τοῖς ἀτιμάσασιν αὐτοὺς ἐν τοῖς κύκλῳ αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ θεὸς αὐτῶν καὶ ὁ θεὸς τῶν πατέρων αὐτῶν.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Ezekiel 27
Top of Page
Top of Page