Deuteronomy 13
Berean Greek Bible Par ▾ 

Idolaters to Be Put to Death

1Ἐὰν δὲ ἀναστῇ ἐν σοὶ προφήτης ἢ ἐνυπνιαζόμενος τὸ ἐνύπνιον καὶ δῷ σοι σημεῖον ἢ τέρας, 2καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας ὃ ἐλάλησεν πρὸς σὲ λέγων Πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ οἴδατε· 3οὐκ ἀκούσεσθε τῶν λόγων τοῦ προφήτου ἐκείνου ἢ τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο· ὅτι πειράζει κύριος ὁ θεός σου ὑμᾶς, εἰδέναι εἰ ἀγαπᾶτε τὸν θεὸν ὑμῶν ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν. 4ὀπίσω Κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε, καὶ τοῦτον φοβηθήσεσθε καὶ τῆς φωνῆς αὐτοῦ ἀκούσεσθε καὶ αὐτῷ προστεθήσεσθε. 5καὶ ὁ προφήτης ἐκεῖνος ἢ ὁ τὸ ἐνύπνιον ἐνυπνιαζόμενος ἐκεῖνος ἀποθανεῖται· ἐλάλησεν γὰρ πλανῆσαί σε ἀπὸ Κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, τοῦ λυτρωσαμένου σε ἐκ τῆς δουλίας, ἐξῶσαί σε ἀπὸ τῆς ὁδοῦ ἧς ἐνετείλατό σοι Κύριος ὁ θεός σου πορεύεσθαι ἐν αὐτῇ· καὶ ἀφανιεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.a

6Ἐὰν δὲ παρακαλέσῃ σε ὁ ἀδελφός σου ἐκ πατρός σου ἢ ἐκ μητρός σου, ἢ ὁ υἱός σου ἢ ἡ θυγάτηρ σου ἢ ἡ γυνὴ ἡ ἐν κόλπῳ σου, ἢ φίλος ἴσος τῆς ψυχῆς σου, λάθρα λέγων Βαδίσωμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ ᾔδεις σὺ καὶ οἱ πατέρες σου, 7ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν, τῶν ἐγγιζόντων σοι ἢ τῶν μακρὰν ἀπὸ σοῦ, ἀπ᾽ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς· 8οὐ συνθελήσεις αὐτῷ καὶ οὐκ εἰσακούσῃ αὐτοῦ, καὶ οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ᾽ αὐτῷ, οὐκ ἐπιποθήσεις ἐπ᾽ αὐτῷ οὐδ᾽ οὐ μὴ σκεπάσῃς αὐτόν. 9ἀναγγέλλων ἀναγγελεῖς περὶ αὐτοῦ, αἱ χεῖρές σου ἔσονται ἐπ᾽ αὐτὸν ἐν πρώτοις ἀποκτεῖναι αὐτόν, καὶ αἱ χεῖρες παντὸς τοῦ λαοῦ ἐπ᾽ ἐσχάτῳ· 10καὶ λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις, καὶ ἀποθανεῖται, ὅτι ἐζήτησεν ἀποστῆσαί σε ἀπὸ Κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλίας. 11καὶ πᾶς Ἰσραὴλ ἀκούσας φοβηθήσεται, καὶ οὐ προσθήσει ἔτι ποιῆσαι κατὰ τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο ἐν ὑμῖν.

Idolatrous Cities to Be Destroyed

12Ἐὰν δὲ ἀκούσῃς ἐν μιᾷ τῶν πόλεών σου ὧν Κύριος ὁ θεός σου δίδωσίν σοι κατοικεῖν σε ἐκεῖ λεγόντων 13Ἐξήλθοσαν ἄνδρες παράνομοι ἐξ ὑμῶν, καὶ ἀπέστησαν πάντας τοὺς κατοικοῦντας τὴν γῆν αὐτῶν λέγοντες Πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ ᾔδειτε· 14καὶ ἐρωτήσεις καὶ ἐραυνήσεις σφόδρα, καὶ ἰδοὺ ἀληθῶς σαφῶς ὁ λόγος, γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν ὑμῖν· 15ἀναιρῶν ἀνελεῖς πάντας τοὺς κατοικοῦντας ἐν τῇ γῇ ἐκείνῃ ἐν φόνῳ μαχαίρας, ἀναθέματι ἀναθεματιεῖτε αὐτὴν καὶ πάντα τὰ ἐν αὐτῇ· 16καὶ πάντα τὰ σκῦλα αὐτῆς συνάξεις εἰς τὰς διόδους αὐτῆς, καὶ ἐνπρήσεις τὴν πόλιν ἐν πυρὶ καὶ πάντα τὰ σκῦλα αὐτῆς πανδημεὶ ἐναντίον Κυρίου τοῦ θεοῦ σου· καὶ ἔσται ἀοίκητος εἰς τὸν αἰῶνα, οὐκ ἀνοικοδομηθήσεται ἔτι. 17καὶ οὐ προσκολληθήσεται ἐν τῇ χειρί σου οὐδὲν ἀπὸ τοῦ ἀναθέματος, ἵνα ἀποστραφῇ Κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ, καὶ δώσει σοι ἔλεος καὶ ἐλεήσει σε καὶ πληθυνεῖ σε ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου, 18ἐὰν ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ θεοῦ σου, φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ποιεῖν τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἐναντίον Κυρίου τοῦ θεοῦ σου.


Footnotes:

5 a Cited in 1 Corinthians 5:13


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Deuteronomy 12
Top of Page
Top of Page