Job 16
Swete's Septuagint ABP ▾  HEB ▾ 

Job: Poor Comforters are You

1Ὑπολαβὼν δὲ Ἰὼβ λέγει

2Ἀκήκοα τοιαῦτα πολλά· παρακλήτορες κακῶν πάντες.

3τί γάρ; μὴ τάξις ἐστὶν ῥήμασιν πνεύματος; ἢ τί παρενοχλήσει σοι ὅτι ἀποκρίνῃ;

4κἀγὼ καθ᾽ ὑμᾶς λαλήσω. εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς,

5εἶτ᾽ ἐναλοῦμαι ὑμῖν ῥήμασιν, κινήσω δὲ καθ᾽ ὑμῶν κεφαλήν.

6εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου, κίνησιν δὲ χειλέων οὐ φείσομαι.

7ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα· ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι;

8νῦν δὲ κατάκοπόν με πεποίηκεν, μωρόν, σεσηπότα, καὶ ἐπελάβου μου·

9εἰς μαρτύριον ἐγενήθη· καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου, κατὰ πρόσωπόν μου ἀνταπεκρίθη.

10ὀργῇ χρησάμενος κατέβαλέν με, ἔβρυξεν ἐπ᾽ ἐμὲ τοὺς ὀδόντας, βέλη πειρατῶν αὐτοῦ ἐπ᾽ ἐμοὶ ἔπεσεν.

11ἀκίσιν ὀφθαλμῶν ἐνήλατο, ὀξεῖ ἔπαισέν με εἰς τὰ γόνατα, ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπ᾽ ἐμοί.

12παρέδωκεν γάρ με ὁ κύριος εἰς χεῖρας ἀδίκου, ἐπὶ δὲ ἀσεβέσιν ἔρριψέν με.

13εἰρηνεύοντα διεσκέδασέν με· λαβών με τῆς κόμης διέτιλεν, κατέστησέν με ὥσπερ σκοπόν.

14ἐκύκλωσάν με λόγχαις βάλλοντες εἰς νεφρούς μου, οὐ φειδόμενοι ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου·

15κατέβαλόν με πτῶμα ἐπὶ πτώματι, ἔδραμον πρὸς μὲ δυνάμενοι·

16σάκκον ἔραψαν ἐπὶ βύρσης μου, τὸ δὲ σθένος μου ἐν γῇ ἐσβέσθη.

17ἡ γαστήρ μου συνκέκαυται ἀπὸ κλαυθμοῦ, ἐπὶ δὲ βλεφάροις μου σκιά·

18ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσίν μου, εὐχὴ δέ μου καθαρά.

19γῆ, μὴ ἐπικαλύψῃς ἐφ᾽ αἵματι τῆς σαρκός μου, μηδὲ εἴη τόπος τῇ κραυγῇ μου.

20καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις.

21ἀφίκοιτό μου ἡ δέησις πρὸς Κύριον, ἔναντι δὲ αὐτοῦ στάζοι μου ὁ ὀφθαλμός.

22εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι Κυρίου, καὶ υἱῷ ἀνθρώπου τῷ πλησίον αὐτοῦ. (23) ἔτη δὲ ἀριθμητὰ ἥκασιν, ὁδῷ δὲ ᾗ οὐκ ἐπαναστραφήσομαι πορεύσομαι.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Job 15
Top of Page
Top of Page