Ruth 1
Swete's Septuagint ABP ▾  HEB ▾ 

Naomi Widowed

1ΚΑΙ ἐγένετο ἐν τῷ κρίνειν τοὺς κριτὰς καὶ ἐγένετο λιμὸς ἐν τῇ γῇ· καὶ ἐπορεύθη ἀνὴρ ἀπὸ Βαιθλέεμ τῆς Ἰούδα τοῦ παροικῆσαι ἐν ἀγρῷ Μωάβ, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ. 2καὶ ὄνομα τῷ ἀνδρὶ Ἀβειμέλεχ, καὶ ὄνομα τοῖς δυσὶν υἱοῖς αὐτοῦ Μααλὼν καὶ Κελαιών, Ἐφραθαῖοι ἐκ Βαιθλέεμ τῆς Ἰούδα· καὶ ἤλθοσαν εἰς ἀγρὸν Μωὰβ καὶ ἦσαν ἐκεῖ. 3καὶ ἀπέθανεν Ἀβειμέλεχ ὁ ἀνὴρ τῆς Νωεμείν, καὶ κατελείφθη αὕτη καὶ οἱ δύο υἱοὶ αὐτῆς. 4καὶ ἐλάβοσαν ἑαυτοῖς γυναῖκας Μωαβείτιδας· ὄνομα τῇ μιᾷ Ὀρφά, καὶ ὄνομα τῇ δευτέρᾳ Ῥούθ· καὶ κατῴκησαν ἐκεῖ ὡς δέκα ἔτη. 5καὶ ἀπέθανον καί γε ἀμφότεροι, Μααλὼν καὶ Χελαιών· καὶ κατελείφθη ἡ γυνὴ ἀπὸ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἀπὸ τῶν δύο υἱῶν αὐτῆς.

Ruth's Loyalty to Naomi

6Καὶ ἀνέστη αὕτη καὶ αἱ δύο νύμφαι αὐτῆς καὶ ἀπέστρεψαν ἐξ ἀγροῦ Μωάβ, ὅτι ἤκουσαν ἐν ἀγρῷ Μωὰβ ὅτι Ἐπέσκεπται Κύριος τὸν λαὸν αὐτοῦ, δοῦναι αὐτοῖς ἄρτους. 7καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου οὗ ἦν ἐκεῖ, καὶ αἱ δύο νύμφαι αὐτῆς μετ᾽ αὐτῆς· καὶ ἐπορεύοντο ἐν τῇ ὁδῷ τοῦ ἐπιστρέψαι εἰς τὴν γῆν Ἰούδα. 8καὶ εἶπεν Νωεμεὶν ταῖς νύμφαις αὐτῆς Πορεύεσθε δή, ἀποστράφητε ἑκάστη εἰς οἶκον μητρὸς αὐτῆς· ποιήσαι Κύριος μεθ᾽ ὑμῶν ἔλεος, καθὼς ἐποιήσατε μετὰ τῶν τεθνηκότων καὶ μετ᾽ ἐμοῦ· 9δῴη Κύριος ὑμῖν καὶ εὕροιτε ἀνάπαυσιν, ἑκάστη ἐν οἴκῳ ἀνδρὸς αὐτῆς. καὶ κατεφίλησεν αὐτάς· καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν. 10καὶ εἶπαν αὐτῇ Μετὰ σοῦ ἐπιστρέφομεν εἰς τὸν λαόν σου. 11καὶ εἶπεν Νωεμείν Ἐπιστράφητε δή, θυγατέρες μου· καὶ ἵνα τί πορεύεσθε μετ᾽ ἐμοῦ; μὴ ἔτι μοι υἱοὶ ἐν τῇ κοιλίᾳ μου, καὶ ἔσονται ὑμῖν εἰς ἄνδρας; 12ἐπιστράφητε δή, θυγατέρες μου, διότι γεγήρακα τοῦ μὴ εἶναι ἀνδρί· ὅτι εἶπα ὅτι ἔστιν μοι ὑπόστασις τοῦ γενηθῆναί με ἀνδρὶ καὶ τέξομαι υἱούς, 13μὴ αὐτοὺς προσδέξεσθε ἕως οὗ ἁδρυνθῶσιν; ἢ αὐτοῖς κατασχεθήσεσθε τοῦ μὴ γενέσθαι ἀνδρί; μὴ δὴ θυγατέρες μου, ὅτι ἐπικράνθη μοι ὑπὲρ ὑμᾶς, ὅτι ἐξῆλθεν ἐν ἐμοὶ χεὶρ Κυρίου.

14καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν ἔτι· καὶ κατεφίλησεν Ὀρφὰ τὴν πενθερὰν αὐτῆς καὶ ἐπέστρεψεν εἰς τὸν λαὸν αὐτῆς, Ῥοὺθ δὲ ἠκολούθησεν αὐτῇ.

15καὶ εἶπεν Νωεμεὶν πρὸς Ῥούθ Ἰδοὺ ἀνέστρεψεν σύννυμφός σου πρὸς λαὸν αὐτῆς καὶ πρὸς τοὺς θεοὺς αὐτῆς· ἐπιστράφητι δὴ καὶ σὺ ὀπίσω τῆς συννύμφου σου. 16εἶπεν δὲ Ῥούθ Μὴ ἀπαντήσαι ἐμοὶ τοῦ καταλιπεῖν σε ἢ ἀποστρέψαι ὄπισθέν σου, ὅτι σὺ ὅπου ἐὰν πορευθῇς πορεύσομαι, καὶ οὗ ἐὰν αὐλισθῇς αὐλισθήσομαι· ὁ λαός σου λαός μου, καὶ ὁ θεός σου θεός μου· 17καὶ οὗ ἐὰν ἀποθάνῃς ἀποθανοῦμαι, κἀκεῖ ταφήσομαι. τάδε ποιήσαι μοι Κύριος καὶ τάδε προσθείη, ὅτι θάνατος διαστελεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. 18ἰδοῦσα δὲ Νωεμεὶν ὅτι κραταιοῦται αὐτὴ τοῦ πορεύεσθαι μετ᾽ αὐτῆς, ἐκόπασεν τοῦ λαλῆσαι πρὸς αὐτὴν ἔτι.

Naomi and Ruth Return to Bethlehem

19Ἐπορεύθησαν δὲ ἀμφότεραι ἕως τοῦ παραγενέσθαι αὐτὰς εἰς Βαιθλέεμ. καὶ ἤχησεν πᾶσα ἡ πόλις ἐπ᾽ αὐτῆς, καὶ εἶπον Αὕτη ἐστὶν Νωεμείν; 20καὶ εἶπεν πρὸς αὐτάς Μὴ δὴ καλεῖτέ με Νωεμείν, καλέσατέ με Πικράν, ὅτι ἐπικράνθη ἐν ἐμοὶ ὁ ἱκανὸς σφόδρα. 21ἐγὼ πλήρης ἐπορεύθην, καὶ κενὴν ἀπέστρεψέν με ὁ κύριος· καὶ ἵνα τί καλεῖτέ με Νωεμείν, καὶ Κύριος ἐταπείνωσέν με, καὶ ὁ ἱκανὸς ἐκάκωσέν με;

22καὶ ἐπέστρεψεν Νωεμεὶν καὶ Ῥοὺθ ἡ Μωαβεῖτις ἡ νύμφη αὐτῆς ἐπιστρέφουσα ἐξ ἀγροῦ Μωάβ· αὗται δὲ παρεγενήθησαν εἰς Βαιθλέεμ ἐν ἀρχῇ θερισμοῦ κριθῶν.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Judges 21
Top of Page
Top of Page