Adam's Line to Noah 1ΑΔΑΜ, Σήθ, Ἐνώς, 2Καινάν, Μαλελεήλ, Ἰάρεδ, 3Ἑνώχ, Μαθθουσάλα, Λάμεχ, 4Νῶε. υἱοὶ Νῶε· Σήμ, Χάμ, Ἰάφεθ. Descendants of Japheth 5Υἱοὶ Ἰάφεθ· Γάμερ, Μαγώγ, Μαδάιμ, Ἰωυάν, Ἐλεισά, Θοβέλ, Μόσοχ καὶ Θειράς. 6καὶ υἱοὶ Γάμερ· Ἀσχανὰζ καὶ Ἐρειφὰθ καὶ Θοργαμά. 7καὶ υἱοὶ Ἰωυάν· Ἐλεισὰ καὶ Θαρσείς, Κίτιοι καὶ Ῥόδιοι. Descendants of Ham 8Καὶ υἱοὶ Χάμ· Χοὺς καὶ Μεστράιμ, Φοὺδ καὶ Χανάαν. 9καὶ υἱοὶ Χούς· Σαβὰτ καὶ Εὑειλὰτ καὶ Σαβατὰ καὶ Ῥεγμὰ καὶ Σεβεκαθά. καὶ υἱοὶ Ῥεγμά· Σαβὰν καὶ Ἰουδαδάν. 10καὶ Χοὺς ἐγέννησεν τὸν Νεβρώδ· οὗτος ἤρξατο εἶναι γίγας κυνηγὸς ἐπὶ τῆς γῆς. Descendants of Shem 17Υἱοὶ Σήμ· Αἰλὰμ καὶ Ἀσσοὺρ 18 19 20 21 22 23 24καὶ Ἀρφαξάδ, Σαλά, 25Ἔβερ, Φάλεχ, Ῥαγαύ, 26Σερούχ, Ναχώρ, Θάρα, 27Ἀβραάμ· Descendants of Abraham 28υἱοὶ δὲ Ἀβραάμ· Ἰσαὰκ καὶ Ἰσμαήλ. 29αὗται δὲ αἱ γενέσεις πρωτοτόκου Ἰσμαήλ, Ναβαιὼθ καὶ Κηδάρ, Ναβδαιήλ, Μασσά, 30Μαμά, Ἰδουμά, Μανασσή, Χονδάν, Θαιμάν, 31Ἰεττούρ, Ναφές, Κέδμα· οὗτοι υἱοὶ Ἰσμαήλ. 32Καὶ υἱοὶ Χεττούρας παλλακῆς Ἀβραάμ, καὶ ἔτεκεν αὐτῷ τὸν Ζεμβράν, Ἰεξάν, Μαδιάμ, Μαδάμ, Σοβάκ, Σῶε· καὶ υἱοὶ Ἰεξὰν Δαιδὰν καὶ Σαβαί· 33καὶ υἱοὶ Μαδιὰμ Γαφὲρ καὶ Ὄφερ καὶ Ἑνὼχ καὶ Ἀβειδὰ καὶ Ἐλλαδά· πάντες οὗτοι υἱοὶ Χεττούρας. Descendants of Isaac 34Καὶ ἐγέννησεν Ἀβραὰμ τὸν Ἰσαάκ. καὶ υἱοὶ Ἰσαάκ· Ἰακὼβ καὶ Ἠσαύ. 35Υἱοὶ Ἠσαύ· Ἐλειφὰς καὶ Ῥαγουὴλ καὶ Ἰεοὺλ καὶ Ἰεγλόμ, Κόρε. 36υἱοὶ Ἐλειφάς· Θαιμὰν καὶ Ὠμάρ, Σωφὰρ καὶ Γοωθὰμ καὶ Κενὲζ καὶ τῆς Θαμνὰ Ἀμαλήκ. 37καὶ υἱοὶ Ῥαγουήλ· Νάχες, Ζάρες, Σομὲ καὶ Ὀμοζέ. 38υἱοὶ Σηείρ· Λωτάν, Σωβάλ, Σεβεγών, Ἀνά, Δησών, Ὠνάν. 39καὶ υἱοὶ Λωτάν· Χορρεὶ καὶ Αἱμὰν καὶ Αἰλὰθ καὶ Ναμνά. 40υἱοὶ Σωβάλ· Σωλάμ, Μαχάναμ, Γαιβήλ, Σὼβ καὶ Ὠνάν. υἱοὶ δὲ Σεβεγών· Ἀὶθ καὶ Σωνάν. 41υἱοὶ Σωνάν· Δαισών. υἱοὶ δὲ Δαισὼν· Ἑμερὼν καὶ Ἀσεβὼν καὶ Γεθρὰμ καὶ Χαρράν. 42καὶ υἱοὶ Ὦσαρ· Βαλαὰμ καὶ Ζουκὰμ καὶ Ὠνάν. υἱοὶ Δαισών· Ὢς καὶ Ἀρράν. The Rulers of Edom 43Καὶ οὗτοι οἱ βασιλεῖς αὐτῶν· Βάλακ υἱὸς Βεώρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δεννάβα. 44καὶ ἀπέθανεν Βάλακ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Ἰωαβὰβ υἱὸς Ζάρα ἐκ Βοσόρρας. 45καὶ ἀπέθανεν Ἰωβάβ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Ἁσὸμ ἐκ τῆς γῆς Θαιμανῶν. 46καὶ ἀπέθανεν Ἁσόμ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Ἁδὰδ υἱὸς Βαράδ, ὁ πατάξας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθάιμ. 47καὶ ἀπέθανεν Ἁδάδ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ 48 49Βαλαεννὼρ υἱὸς Ἀχοβώρ. 50καὶ ἀπέθανεν Βαλαεννὼρ υἱὸς Ἀχοβώρ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Ἁδὰδ υἱὸς Βαράδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φόγωρ. 51καὶ ἀπέθανεν Ἁδδά, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Σαμαὰ ἐκ Μασέκκας· καὶ ἀπέθανεν Σαμαά, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Σαοὺλ ἐκ Ῥοβὼθ τῆς παρὰ ποταμόν. καὶ ἀπέθανεν Σαούλ. καὶ ἦσαν ἡγεμόνες Ἐδώμ· ἡγεμὼν Θαιμάν, ἡγεμὼν Γωλά, ἡγεμὼν Ἰεθέτ, 52ἡγεμὼν Ἐλειβαμᾶς, ἡγεμὼν Ἠλᾶς, ἡγεμὼν Φεινών, 53ἡγεμὼν Κενέζ, ἡγεμὼν Θαιμάν, ἡγεμὼν Μαζάρ, 54ἡγεμὼν Μεδιήλ, ἡγεμὼν Ζαφωείν· οὗτοι ἡγεμόνες Ἐδώμ. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |