Micah 1
Swete's Septuagint ABP ▾  HEB ▾ 

Judgment against Israel

1ΚΑΙ ἐγένετο λόγος Κυρίου πρὸς Μειχαίαν τὸν τοῦ Μωρασθεὶ ἐν ἡμέραις Ἰωαθὰμ καὶ Ἀχὰζ καὶ Ἑζεκίου βασιλέων Ἰούδα, ὑπὲρ ὧν εἶδεν περὶ Σαμαρείας καὶ περὶ Ἰερουσαλήμ.

2Ἀκούσατε, λαοί, λόγους, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται κύριος Κύριος ἐν ὑμῖν εἰς μαρτύριον, Κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ.

3διότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς,

4καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρός, καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει.

5διὰ ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα, καὶ διὰ ἁμαρτίαν οἴκου Ἰσραήλ. τίς ἡ ἀσέβεια τοῦ Ἰακώβ, οὐ Σαμάρεια; καὶ τίς ἡ ἁμαρτία οἴκου Ἰούδα, οὐχὶ Ἰερουσαλήμ;

6καὶ θήσομαι Σαμάρειαν εἰς ὀπωροφυλάκιον ἀγροῦ καὶ εἰς φυτίαν ἀμπελῶνος, καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω·

7καὶ πάντα τὰ γλυπτὰ αὐτῆς κατακόψουσιν, καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρί, καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν· διότι ἐκ μισθωμάτων πορνείας συνήγαγεν, καὶ ἐκ μισθωμάτων πορνείας συνέστρεψεν.

Weeping and Mourning

8ἕνεκεν τούτου κόψεται καὶ θρηνήσει, πορεύσεται ἀνυπόδετος καὶ γυμνή, ποιήσεται κοπετὸν ὡς δρακόντων καὶ πένθος ὡς θυγατέρων σειρήνων·

9ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτῆς, διότι ἦλθεν ἕως Ἰούδα καὶ ἥψατο ἕως πύλης λαοῦ μου, ἕως Ἰερουσαλήμ.

10Οἱ ἐν Γέθ, μὴ μεγαλύνεσθε, οἱ ἐν Ἀκείμ, μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου καταγέλωτα· γῆν καταπάσασθε καταγέλωτα ὑμῶν·

11κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς, οὐκ ἐξῆλθεν κατοικοῦσα Σενναάρ, κόψασθαι οἶκον ἐχόμενον αὐτῆς· λήμψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης.

12τίς ἤρξατο εἰς ἀγαθὰ κατοικούσῃ ὀδύνας; ὅτι κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἰερουσαλήμ,

13ψόφος ἁρμάτων καὶ ἱππευόντων. κατοικοῦσα Λαχεὶς ἀρχηγὸς ἁμαρτίας αὕτη ἐστὶν τῇ θυγατρὶ Σειών, ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι τοῦ Ἰσραήλ.

14διὰ τοῦτο δώσει ἐξαποστελλομένους ἕως κληρονομίας Γέθ, οἴκους ματαίους, εἰς κενὸν ἐγένοντο τοῖς βασιλεῦσιν τοῦ Ἰσραήλ·

15ἕως τοὺς κληρονόμους ἀγάγωσιν, κατοικοῦσα Λαχείς· κληρονομία ἕως Ὀδολλὰμ ἥξει, ἡ δόξα τῆς θυγατρὸς Ἰσραήλ.

16ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου, ἐνπλάτυνον τὴν χηρίαν σου ὡς ἀετός, ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Jonah 4
Top of Page
Top of Page