Rahab Welcomes the Spies 1Καὶ ἀπέστειλεν Ἰησοῦς υἱὸς Ναυὴ ἐκ Σαττεὶν δύο νεανίσκους κατασκοπεῦσαι λέγων Ἀνάβητε καὶ ἴδετε τὴν γῆν καὶ τὴν Ἰερειχώ. καὶ πορευθέντες εἰσήλθοσαν οἱ δύο νεανίσκοι εἰς Ἰερειχώ, καὶ εἰσήλθοσαν εἰς οἰκίαν γυναικὸς πόρνης ᾗ ὄνομα Ῥαάβ, καὶ κατέλυσαν ἐκεῖ. 2καὶ ἀπηγγέλη τῷ βασιλεῖ Ἰερειχὼ λέγοντες Εἰσπεπόρευνται ὧδε ἄνδρες τῶν υἱῶν Ἰσραὴλ κατασκοπεῦσαι τὴν γῆν. 3καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἰερειχὼ καὶ εἶπεν πρὸς Ῥαὰβ λέγων Ἐξάγαγε τοὺς ἄνδρας τοὺς εἰσπεπορευμένους εἰς τὴν οἰκίαν σου τὴν νύκτα· κατασκοπεῦσαι γὰρ τὴν γῆν ἥκασιν. 4καὶ λαβοῦσα ἡ γυνὴ τοὺς δύο ἄνδρας ἔκρυψεν αὐτούς, καὶ εἶπεν αὐτοῖς λέγουσα Εἰσεληλύθασιν πρὸς μὲ οἱ ἄνδρες· 5ὡς δὲ ἡ πύλη ἐκλείετο ἐν τῷ σκότει, καὶ οἱ ἄνδρες ἐξῆλθον. οὐκ ἐπίσταμαι ποῦ πεπόρευνται· καταδιώξατε ὀπίσω αὐτῶν, εἰ καταλήμψεσθε αὐτούς. 6αὕτη δὲ ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὸ δῶμα, καὶ ἔκρυψεν αὐτοὺς ἐν τῇ λινοκαλάμῃ τῇ ἐστοιβασμένῃ αὐτῇ ἐπὶ τοῦ δώματος. 7καὶ οἱ ἄνδρες κατεδίωξαν ὀπίσω αὐτῶν ὁδὸν τὴν ἐπὶ τοῦ Ἰορδάνου ἐπὶ τὰς διαβάσεις, καὶ ἡ πύλη ἐκλείσθη. 8καὶ ἐγένετο ὡς ἐξήλθοσαν οἱ διώκοντες ὀπίσω αὐτῶν, καὶ αὐτοὶ δὲ πρὶν ἢ κοιμηθῆναι αὐτούς, αὕτη δὲ ἀνέβη ἐπὶ τὸ δῶμα πρὸς αὐτοὺς 9καὶ εἶπεν πρὸς αὐτούς Ἐπίσταμαι ὅτι δέδωκεν ὑμῖν Κύριος τὴν γῆν, ἐπιπέπτωκεν γὰρ ὁ φόβος ὑμῶν ἐφ᾽ ἡμᾶς. ⸆ 10ἀκηκόαμεν γὰρ ὅτι κατεξήρανεν Κύριος ὁ θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἀπὸ προσώπου ὑμῶν, ὅτε ἐξεπορεύεσθε ἐκ γῆς Αἰγύπτου, καὶ ὅσα ἐποίησεν τοῖς δυσὶ βασιλεῦσιν τῶν Ἀμορραίων οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, τῷ Σηὼν καὶ Ὤγ, οὓς ἐξωλεθρεύσατε αὐτούς. 11καὶ ἀκούσαντες ἡμεῖς ἐξέστημεν τῇ καρδίᾳ ἡμῶν, καὶ οὐκ ἔστη ἔτι πνεῦμα ἐν οὐδενὶ ἡμῶν ἀπὸ προσώπου ὑμῶν· ὅτι Κύριος ὁ θεὸς ὑμῶν ὃς ἐν οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω. 12καὶ νῦν ὀμόσατέ μοι Κύριον τόν θεόν, ὅτι ποιῶ ὑμῖν ἔλεος, ποιήσατε καὶ ὑμεῖς ἔλεος ἐν τῷ οἴκῳ τοῦ πατρός μου. 13καὶ ζωγρήσατε τὸν οἶκον τοῦ πατρός μου, τὴν μητέρα μου καὶ τοὺς ἀδελφούς μου καὶ πάντα τὸν οἶκόν μου καὶ πάντα ὅσα ἐστὶν αὐτοῖς, καὶ ἐξελεῖσθε τὴν ψυχήν μου ἐκ θανάτου. 14καὶ εἶπαν αὐτῇ οἱ ἄνδρες Ἡ ψυχὴ ἡμῶν ἀνθ᾽ ὑμῶν εἰς θάνατον. καὶ αὐτὴ εἶπεν Ὡς ἂν παραδοῖ Κύριος ὑμῖν τὴν πόλιν, ποιήσετε εἰς ἐμὲ ἔλεος καὶ ἀλήθειαν. The Promise to Rahab 15καὶ κατεχάλασεν αὐτοὺς διὰ τῆς θυρίδος· 16καὶ εἶπεν αὐτοῖς Εἰς τὴν ὀρεινὴν ἀπέλθετε, μὴ συναντήσωσιν ὑμῖν οἱ καταδιώκοντες, καὶ κρυβήσεσθε ἐκεῖ τρεῖς ἡμέρας ἕως ἂν ἀποστρέψωσιν οἱ καταδιώκοντες ὀπίσω ὑμῶν, καὶ μετὰ ταῦτα ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν. 17καὶ εἶπαν οἱ ἄνδρες πρὸς αὐτὴν Ἀθῷοί ἐσμεν τῷ ὅρκῳ σου τούτῳ· 18ἰδοὺ ἡμεῖς εἰσπορευόμεθα εἰς μέρος τῆς πόλεως, καὶ θήσεις τὸ σημεῖον, τὸ σπαρτίον τὸ κόκκινον τοῦτο ἐκδήσεις εἰς τὴν θυρίδα δι᾽ ἧς κατεβίβασας ἡμᾶς δι᾽ αὐτῆς, τὸν δὲ πατέρα σου καὶ τὴν μητέρα σου καὶ τοὺς ἀδελφούς σου καὶ πάντα τὸν οἶκον τοῦ πατρός σου συνάξεις πρὸς σεαυτὴν εἰς τὴν οἰκίαν σου. 19καὶ ἔσται πᾶς ὃς ἂν ἐξέλθῃ τὴν θύραν τῆς οἰκίας σου ἔξω, ἔνοχος ἑαυτῷ ἔσται, ἡμεῖς δὲ ἀθῷοι τῷ ὅρκῳ σου τούτῳ· καὶ ὅσοι ἐὰν γένωνται μετὰ σοῦ ἐν τῇ οἰκίᾳ σου, ἡμεῖς ἔνοχοι ἐσόμεθα. 20ἐὰν δέ τις ἡμᾶς ἀδικήσῃ ἢ καὶ ἀποκαλύψῃ τοὺς λόγους ἡμῶν τούτους, ἐσόμεθα ἀθῷοι τῷ ὅρκῳ σου τούτῳ. 21καὶ εἶπεν αὐτοῖς Κατὰ τὸ ῥῆμα ὑμῶν ἔστω· καὶ ἐξαπέστειλεν αὐτούς. 22καὶ ἐπορεύθησαν καὶ ἤλθοσαν εἰς τὴν ὀρεινήν, καὶ κατέμειναν ἐκεῖ τρεῖς ἡμέρας· καὶ ἐξεζήτησαν οἱ καταδιώκοντες πάσας τὰς ὁδούς, καὶ οὐχ εὕροσαν. 23καὶ ὑπέστρεψαν οἱ δύο νεανίσκοι καὶ κατέβησαν ἐκ τοῦ ὄρους, καὶ διέβησαν πρὸς Ἰησοῦν υἱὸν Ναυή, καὶ διηγήσαντο αὐτῷ πάντα τὰ συμβεβηκότα αὐτοῖς. 24καὶ εἶπαν πρὸς Ἰησοῦν ὅτι Παρέδωκεν Κύριος πᾶσαν τὴν γῆν ἐν χειρὶ ἡμῶν, καὶ κατέπτηκεν πᾶς ὁ κατοικῶν τὴν γῆν ἐκείνην ἀφ᾽ ἡμῶν. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |