Joshua 18
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Tabernacle at Shiloh

1Καὶ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ εἰς Σηλώ, καὶ ἔπηξαν ἐκεῖ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἡ γῆ ἐκρατήθη ὑπ᾽ αὐτῶν.

The Remainder Divided

2καὶ κατελείφθησαν οἱ υἱοὶ Ἰσραὴλ οἳ οὐκ ἐκληρονόμησαν, ἑπτὰ φυλαί. 3καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ἰσραήλ Ἕως τίνος ἐκλυθήσεσθε κληρονομῆσαι τὴν γῆν ἣν ἔδωκεν Κύριος ὁ θεὸς ἡμῶν; 4δότε ἐξ ὑμῶν τρεῖς ἄνδρας ἐκ φυλῆς, καὶ ἀναστάντες διελθέτωσαν τὴν γῆν, καὶ διαγραψάτωσαν αὐτὴν ἐναντίον μου καθὰ δεήσει διελθεῖν αὐτήν. καὶ διήλθοσαν πρὸς αὐτόν, 5καὶ διεῖλεν αὐτοῖς ἑπτὰ μερίδας. Ἰούδας στήσεται αὐτοῖς ὅριον ἀπὸ λιβός, καὶ οἱ υἱοὶ Ἰωσὴφ στήσονται αὐτοῖς ἀπὸ βορρᾶ. 6ὑμεῖς δὲ μερίσατε τὴν γῆν ἑπτὰ μερίδας καὶ ἐνέγκατε πρὸς μὲ ὧδε, καὶ ἐξοίσω ὑμῖν κλῆρον ἔναντι Κυρίου τοῦ θεοῦ ἡμῶν. 7οὐ γάρ ἐστιν μερὶς τοῖς υἱοῖς Λευεὶ ἐν ὑμῖν, ἱερατεία γὰρ Κυρίου μερὶς αὐτοῦ· καὶ Γὰδ καὶ Ῥουβὴν καὶ τὸ ἥμισυ φυλῆς Μανασσὴ ἐλάβοσαν τὴν κληρονομίαν αὐτῶν πέραν τοῦ Ἰορδάνου ἐπ᾽ ἀνατολῆς, ἣν ἔδωκεν αὐτοῖς Μωυσῆς ὁ παῖς Κυρίου.

8καὶ ἀναστάντες οἱ ἄνδρες ἐπορεύθησαν. καὶ ἐνετείλατο Ἰησοῦς τοῖς ἀνδράσιν τοῖς πορευομένοις χωροβατῆσαι τὴν γῆν λέγων Πορεύεσθε καὶ χωροβατήσατε τὴν γῆν, καὶ παραγενήθητε πρὸς μέ· καὶ ὧδε ἐξοίσω ὑμῖν κλῆρον ἔναντι Κυρίου ἐν Σηλώ. 9καὶ ἐπορεύθησαν καὶ ἐχωροβάτησαν τὴν γῆν, καὶ ἴδοσαν αὐτήν, καὶ ἔγραψαν αὐτὴν κατά πόλεις ἑπτά μερίδας εἰς βιβλίον, καὶ ἤνεγκαν πρὸς Ἰησοῦν. 10καὶ ἐνέβαλεν αὐτοῖς Ἰησοῦς κλῆρον ἐν Σηλὼ ἔναντι Κυρίου.

Benjamin's Territory

11καὶ ἐξῆλθεν ὁ κλῆρος Βενιαμεὶν πρῶτος κατὰ δήμους αὐτῶν· καὶ ἐξῆλθεν ὅρια τοῦ κλήρου αὐτῶν ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον τῶν υἱῶν Ἰωσήφ. 12καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ βορρᾶ· ἀπὸ τοῦ Ἱορδάνου προσαναβήσεται τὰ ὅρια κατὰ νῶτου Ἰερειχὼ ἀπὸ βορρᾶ, καὶ ἀναβήσεται ἐπὶ τὸ ὄρος ἐπὶ τὴν θάλασσαν, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος Μαβδαρεῖτις Βαιθών· 13καὶ διελεύσεται ἐκεῖθεν τὰ ὅρια Λοῦζα ἐπὶ νώτου Λοῦξα ἀπὸ λιβὸς αὐτῆς, αὕτη ἐστὶν Βαιθήλ. καὶ καταβήσεται τὰ ὅρια Μααταρωθορὲχ ἐπὶ τὴν ὀρεινήν, ἥ ἐστιν πρὸς λίβα Βαιθωρών, ἡ κάτω· 14καὶ διελεύσεται τὰ ὅρια καὶ παρελεύσεται ἐπὶ τὸ ὄρος τὸ βλέπον παρὰ θάλασσαν ἀπὸ λιβός, ἀπὸ τοῦ ὄρους ἐπὶ πρόσωπον Βαιθωρὼν λίβα, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος εἰς Καριαθβάαλ, αὕτη ἐστὶν Καριαθιαρείν, πόλις υἱῶν Ἰούδα· τοῦτό ἐστιν τὸ μέρος το πρὸς θάλασσαν. 15καὶ μέρος τὸ πρὸς λίβα ἀπὸ μέρους Καριαθβάαλ· καὶ διελεύσεται ὅρια εἰς Γασείν, ἐπὶ πηγὴν ὕδατος Ναφθώ· 16καὶ καταβήσεται τὰ ὅρια ἐπὶ μέρους, τοῦτό ἐστιν κατὰ πρόσωπον νάπης Σοννάμ, ὅ ἐστιν ἐκ μέρους Ἐμεκραφαεὶν ἀπὸ βορρᾶ· καὶ καταβήσεται Γαίεννα ἐπὶ νότον Ἰεβουσαὶ ἀπὸ λιβός, καταβήσεται ἐπὶ πηγὴν Ῥωγήλ· 17καὶ διελεύσεται ἐπὶ πηγὴν Βαιθσάμυς, καὶ παρελεύσεται ἐπὶ Γαλιαώθ, ἥ ἐστιν ἀπέναντι πρός ἀνάβασιν Αἰθαμείν, καὶ καταβήσεται ἐπὶ λίθον Βαίων υἱῶν Ῥουβήν· 18καὶ διελεύσεται κατὰ νώτου Βαιθαραβὰ ἀπὸ βορρᾶ, καὶ καταβήσεται 19ἐπὶ τὰ ὅρια ἐπὶ νῶτον θάλασσαν ἀπὸ βορρᾶ· καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ λοφιὰν τῆς θαλάσσης τῶν ἁλῶν ἐπὶ βορρᾶν εἰς μέρος τοῦ Ἰορδάνου ἀπὸ λιβός· ταῦτα τὰ ὅριά ἐστιν ἀπὸ λιβός. 20καὶ ὁ Ἰορδάνης ὁριεῖ ἀπὸ μέρους ἀνατολῶν. αὕτη ἡ κληρονομία υἱῶν Βενιαμείν, τὰ ὅρια αὐτῆς κύκλῳ κατὰ δήμους.

21καὶ ἐγενήθησαν αἱ πόλεις τῶν υἱῶν Βενιαμεὶν κατὰ δήμους αὐτῶν Ἰερειχὼ καὶ Βεθεγαιὼ καὶ Ἀμεκασεὶς 22καὶ Βαιθαβαρὰ καὶ Σαρὰ καὶ βησανὰ 23καὶ Αἰεὶν καὶ Φαρὰ καὶ Ἰεφραθὰ 24καὶ Καραφὰ καὶ Κεφειρὰ καὶ Μονεὶ καὶ Γάβαα, πόλεις δέκα δύο καὶ αἱ κῶμαι αὐτῶν· 25Γαβαὼν καὶ Ῥαμὰ καὶ Βεηρωθὰ 26καὶ Μασσημὰ καὶ Μειρὼν καὶ Ἁμωκὴ 27καὶ Φειρὰ καὶ Καφὰν καὶ Νακὰν καὶ Σεληκὰν καὶ Θαρεηλὰ 28καὶ Ἰεβούς, αὕτη ἐστὶν Ἰερουσαλήμ, καὶ πόλεις καὶ Γαβαωθιαρείμ, Βενιαμεὶν κατὰ δήμους αὐτῶν.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Joshua 17
Top of Page
Top of Page