Job 34
Swete's Septuagint ABP ▾  HEB ▾ 

Elihu Confirms God's Justice

1Ὑπολαβὼν δὲ Ἐλιοῦς λέγει

2Ἀκούσατέ μου, σοφοί· ἐπιστάμενοι, ἐνωτίζεσθε·

3ὅτι οὖς λόγους δοκιμάζει, καὶ λάρυγξ γεύεται βρῶσιν.

4κρίσιν ἑλώμεθα ἑαυτοῖς, γνῶμεν ἀνὰ μέσον ἑαυτῶν ὅ τι καλόν.

5ὅτι εἴρηκεν Ἰώβ Δίκαιός εἰμι, ὁ κύριος ἀπήλλαξέν μου τὸ κρίμα.

6ἐψεύσατο δὲ τῷ κρίματί μου· βίαιον τὸ βέλος μου ἄνευ ἀδικίας.

7τίς ἀνὴρ ὥσπερ Ἰώβ, πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ;

8οὐχ ἁμαρτὼν οὐδὲ ἀσεβήσας, ἢ ὁδοῦ κοινωνήσας μετὰ ποιούντων τὰ ἄνομα, τοῦ πορευθῆναι μετὰ ἀσεβῶν.

9μὴ γὰρ εἴπῃς ὅτι Οὐκ ἔσται ἐπισκοπὴ ἀνδρός· καὶ ἐπισκοπὴ αὐτῷ παρὰ Κυρίου.

10διό, συνετοὶ καρδίας, ἀκούσατέ μου Μή μοι εἴη ἔναντι Κυρίου ἀσεβῆσαι, καὶ ἔναντι Παντοκράτορος ταράξαι τὸ δίκαιον·

11ἀλλὰ ἀποδιδοῖ ἀνθρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν, καὶ ἐν τρίβῳ ἀνδρὸς εὑρήσει αὐτόν.

12οἴῃ δὲ τὸν κύριον ἄτοπα ποιήσειν; ἢ ὁ παντοκράτωρ ταράξει κρίσιν,

13ὃς ἐποίησεν τὴν γῆν; τίς δέ ἐστιν ὁ ποιῶν τὴν ὑπ᾽ οὐρανὸν καὶ τὰ ἐνόντα πάντα;

14εἰ γὰρ βούλοιτο συνέχειν, καὶ τὸ πνεῦμα παρ᾽ αὐτῷ κατασχεῖν,

15τελευτήσει πᾶσα σὰρξ ὁμοθυμαδόν, πᾶς δὲ βροτὸς εἰς γῆν ἀπελεύσεται ὅθεν καὶ ἐπλάσθη.

16εἰ δὲ μὴ νουθετῇ, ἄκουε ταῦτα, ἐνωτίζου φωνὴν ῥημάτων.

17ἴδε σὺ τὸν μισοῦντα ἄνομα καὶ τὸν ὀλλύντα τοὺς πονηρούς, ὄντα αἰώνιον δίκαιον.

18ἀσεβὴς ὁ λέγων βασιλεῖ Παρανομεῖς, Ἀσεβέστατε, τοῖς ἄρχουσιν·

19ὃς οὐκ ἐπαισχυνθῇ πρόσωπον ἐντίμου, οὐδὲ οἶδεν τιμὴν θέσθαι ἁδροῖς, θαυμασθῆναι πρόσωπα αὐτῶν.

20κενὰ δὲ αὐτοῖς ἀποβήσεται τὸ κεκραγέναι καὶ δεῖσθαι ἀνδρός· ἐχρήσαντο γὰρ παρανόμως, ἐκκλινομένων ἀδυνάτων.

21αὐτὸς γὰρ ὁρατής ἐστιν ἔργων ἀνθρώπων, λέληθεν δὲ αὐτὸν οὐδὲν ὧν πράσσουσιν·

22οὐδὲ ἔσται τόπος τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα·

23ὅτι οὐκ ἐπ᾽ ἄνδρα θήσει ἔτι. ὁ γὰρ κύριος πάντας ἐφορᾷ,

24ὁ καταλαμβάνων ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός·

25ὁ γνωρίζων αὐτῶν τὰ ἔργα, καὶ στρέψει νύκτα, καὶ ταπεινωθήσεται.

26ἔσβεσεν δὲ ἀσεβεῖς, ὁρατοὶ δὲ ἐναντίον αὐτοῦ·

27ὅτι ἐξέκλιναν ἐκ νόμου θεοῦ, δικαιώματα δὲ αὐτοῦ οὐκ ἐπέγνωσαν,

28τοῦ ἐπαγαγεῖν ἐπ᾽ αὐτὸν κραυγὴν πενήτων, καὶ κραυγὴν πτωχῶν εἰσακούσεται.

29καὶ αὐτὸς ἡσυχίαν παρέξει, καὶ τίς καταδικάσεται; καὶ κρύψει πρόσωπον, καὶ τίς ὄψεται αὐτόν; καὶ κατὰ ἔθνους καὶ κατὰ ἀνθρώπου ὁμοῦ·

30βασιλεύων ἄνθρωπον ὑποκριτὴν ἀπὸ δυσκολίας λαοῦ.

31ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων Εἴληφα, οὐκ ἐνεχυράσω·

32ἄνευ ἐμαυτοῦ ὄψομαι, σὺ δεῖξόν μοι· εἰ ἀδικίαν ἠργασάμην, οὐ μὴ προσθήσω.

33μὴ ἀπὸ σοῦ ἀποτίσει αὐτήν, ὅτι ἀπώσῃ; ὅτι σὺ ἐκλέξῃ καὶ οὐκ ἐγώ· καὶ τί ἔγνως λάλησον.

34διὸ συνετοὶ καρδίας ἐροῦσιν ταῦτα, ἀνὴρ δὲ σοφὸς ἀκήκοέν μου τὸ ῥῆμα.

35Ἰὼβ δὲ οὐκ ἐν συνέσει ἐλάλησεν, τὰ ῥήματα αὐτοῦ οὐκ ἐν ἐπιστήμῃ.

36οὐ μὴν δὲ ἀλλὰ μάθε, Ἰώβ, μὴ δῷς ἔτι ἀνταπόκρισιν ὥσπερ οἱ ἄφρονες

37ἵνα μὴ προσθῶμεν ἐφ᾽ ἁμαρτίας ἡμῶν, ἀνομία δὲ ἐφ᾽ ἡμῖν λογισθήσεται, πολλὰ λαλούντων ῥήματα ἐναντίον τοῦ κυρίου.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Job 33
Top of Page
Top of Page