Jeremiah 10
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Sovereignty of God

1Ἀκούσατε τὸν λόγον Κυρίου ὃν ἐλάλησεν ἐφ᾽ ὑμᾶς, οἶκος Ἰσραήλ.

2τάδε λέγει Κύριος Κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ μανθάνετε, καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε, ὅτι φοβοῦνται αὐτὰ τοῖς προσώποις αὐτῶν.

3ὅτι τὰ νόμιμα τῶν ἐθνῶν μάταια· ξύλον ἐστὶν ἐκ τοῦ δρυμοῦ ἐκκεκομμένον, ἔργον τέκτονος καὶ χώνευμα,

4ἀργυρίῳ καὶ χρυσίῳ κεκαλλωπισμένα· ἐν σφύραις καὶ ἥλοις ἐστερέωσαν αὐτά·

5θήσουσιν αὐτὰ καὶ οὐ κινηθήσονται· ἀργύριον τορευτόν ἐστιν, οὐ πορεύσονται, ⸂αἰρόμενα ἀρθήσονται, ὅτι οὐκ ἐπιβήσονται. μὴ φοβηθῆτε αὐτά, ὅτι οὐ μὴ κακοποιήσωσιν, καὶ ἀγαθὸν οὐκ ἔστιν ἐν αὐτοῖς.⸃

6

7

8

9ἀργύριον προσβλητὸν ἀπὸ Θαρσεὶς ἥξει, χρυσίον Μωφάζ, καὶ χεὶρ χρυσοχόων, ἔργα τεχνιτῶν πάντα· ὑάκινθον καὶ πορφύραν ἐνδύσουσιν αὐτά.

10

11Οὕτως ἐρεῖτε αὐτοῖς Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν ἀπολέσθωσαν ἀπὸ τῆς γῆς καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ τούτου.

12Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύι αὐτοῦ, ὁ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ τῇ φρονήσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανὸν

13καὶ πλῆθος ὕδατος ἐν οὐρανῷ, καὶ ἀνήγαγεν νεφέλας ἐξ ἐσχάτου τῆς γῆς· ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν, καὶ ἐξήγαγεν φῶς ἐκ θησαυρῶν αὐτοῦ.

14ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως, κατῃσχύνθη πᾶς χρυσοχόος ἐπὶ τοῖς γλυπτοῖς αὐτοῦ, ὅτι ψευδῆ ἐχώνευσεν, οὐκ ἔστιν πνεῦμα ἐν αὐτοῖς.

15μάταιά ἐστιν ἔργα ἐνπεπαιγμένα, ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται.

16οὐκ ἔστιν τοιαύτη μερὶς τῷ Ἰακώβ, ὅτι ὁ πλάσας τὰ πάντα αὐτὸς κληρονομία αὐτοῦ, Κύριος ὄνομα αὐτῷ.

The Coming Destruction

17Συνήγαγεν ἔξωθεν τὴν ὑπόστασίν σου, κατοικοῦσα ἐν ἐκλεκτοῖς.

18ὅτι τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ σκελίζω τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἐν θλίψει ὅπως εὑρεθῇ ἡ πληγή σου.

19οὐαὶ ἐπὶ συντρίμματί σου, ἀλγηρὰ ἡ πληγή σου. κἀγὼ εἶπα Ὄντως τοῦτο τὸ τραῦμά σου, καὶ κατέλαβέν σε.

20ἡ σκηνή σου ἐταλαιπώρησεν, ὤλετο, καὶ πᾶσαι αἱ δέρρεις σου διεσπάσθησαν· οἱ υἱοί μου καὶ τὰ πρόβατά μου οὐκ εἰσίν, οὐκ ἔστιν ἔτι τόπος τῆς σκηνῆς μου, τόπος τῶν δέρρεών μου.

21ὅτι οἱ ποιμένες ἠφρονεύσαντο, καὶ τὸν κύριον οὐκ ἐζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησεν πᾶσα ἡ νομή, καὶ διεσκορπίσθησαν.

22φωνὴ ἀκοῆς ἰδοὺ ἔρχεται καὶ σεισμὸς μέγας ἐκ γῆς βορρᾶ τοῦ τάξαι τὰς πόλεις Ἰούδα εἰς ἀφανισμὸν καὶ κοίτην στρουθῶν.

Jeremiah's Prayer

23οἶδα, Κύριε, ὅτι οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ, οὐδὲ ἀνὴρ πορεύσεται καὶ κατορθώσει πορείαν αὐτοῦ.

24παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς ποιήσῃς.

25ἔκχεον τὸν θυμόν σου ἐπὶ ἔθνη τὰ μὴ εἰδότα σε καὶ ἐπὶ γενεάς αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο. ὅτι κατέφαγον τὸν Ἰακὼβ καὶ ἐξανήλωσαν αὐτόν, καὶ τὴν νομὴν αὐτοῦ ἠρήμωσαν.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Jeremiah 9
Top of Page
Top of Page