Genesis 38
Swete's Septuagint ABP ▾  HEB ▾ 

Judah and Tamar

1Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ κατέβη Ἰούδας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ, καὶ ἀφίκετο ἕως πρὸς ἄνθρωπόν τινα Ὀδολλαμίτην ᾧ ὄνομα Εἱρᾶς. 2καὶ ἴδεν ἐκεῖ Ἰούδας θυγατέρα ἀνθρώπου Χαναναίου ᾗ ὄνομα Σαύα· καὶ ἔλαβεν αὐτὴν καὶ εἰσῆλθεν πρὸς αὐτήν. 3καὶ συλλαβοῦσα ἔτεκεν υἱόν, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἤρ. 4καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱόν, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Αὐνάν. 5καὶ προσθεῖσα ἔτι ἔτεκεν υἱόν, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σηλώμ· αὕτη δὲ ἦν ἐν Χασβὶ ἡνίκα ἔτεκεν αὐτούς.

6καὶ ἔλαβεν Ἰούδας γυναῖκα Ἢρ τῷ πρωτοτόκῳ αὐτοῦ, ᾗ ὄνομα Θαμάρ. 7ἐγένετο δὲ Ἢρ πρωτότοκος Ἰούδα πονηρὸς ἐναντίον Κυρίου, καὶ ἀπέκτεινεν αὐτὸν ὁ θεός. 8εἶπεν δὲ Ἰούδας τῷ Αὐνάν Εἴσελθε πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου καὶ γάμβρευσαι αὐτήν, καὶ ἀνάστησον σπέρμα τῷ ἀδελφῷ σου. 9γνοὺς δὲ Αὐνὰν ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα, ἐγίνετο, ὅταν εἰσήρχετο πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, ἐξέχεεν ἐπὶ τὴν γῆν τοῦ μὴ δοῦναι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 10πονηρὸν δὲ ἐφάνη τὸ ῥῆμα ἐναντίον τοῦ θεοῦ ὅτι ἐποίησεν τοῦτο, καὶ ἐθανάτωσεν καὶ τοῦτον. 11εἶπεν δὲ Ἰούδας Θαμὰρ τῇ νύμφῃ αὐτοῦ Κάθου χήρα ἐν τῷ οἴκῳ τοῦ πατρός σου ἕως μέγας γένηται Σηλὼμ ὁ υἱός μου· εἶπεν γάρ Μή ποτε ἀποθάνῃ καὶ οὗτος ὥσπερ οἱ ἀδελφοὶ αὐτοῦ. ἀπελθοῦσα δὲ Θαμὰρ ἐκάθητο ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς.

12ἐπληθύνθησαν δὲ αἱ ἡμέραι καὶ ἀπέθανεν Σαύα ἡ γυνὴ Ἰούδα· καὶ παρακληθεὶς Ἰούδας ἀνέβη ἐπὶ τοὺς κείροντας τὰ πρόβατα αὐτοῦ, αὐτὸς καὶ Εἱρᾶς ὁ ποιμὴν αὐτοῦ ὁ Ὀδολλαμείτης, εἰς Θαμνά. 13καὶ ἀπηγγέλη Θαμὰρ τῇ νύμφῃ αὐτοῦ λέγοντες Ἰδοὺ ὁ πενθερός σου ἀνέβη εἰς Θαμνὰ κεῖραι τὰ πρόβατα αὐτοῦ. 14καὶ περιελομένη τὰ ἱμάτια τῆς χηρεύσεως ἀφ᾽ ἑαυτῆς περιεβάλετο θερίστρῳ καὶ ἐκαλλωπίσατο, καὶ ἐκάθισεν πρὸς ταῖς πύλαις Αἰνάν, ἥ ἐστιν ἐν παρόδῳ Θαμνά· ἴδεν γὰρ ὅτι μέγας γέγονεν Σηλὼμ ὁ υἱὸς αὐτοῦ, αὐτὸς δὲ οὐκ ἔδωκεν αὐτὴν αὐτῷ γυναῖκα. 15καὶ ἰδὼν αὐτὴν Ἰούδας ἔδοξεν αὐτὴν πόρνην εἶναι· κατεκαλύψατο γὰρ τὸ πρόσωπον αὐτῆς, καὶ οὐκ ἐπέγνω αὐτήν. 16ἐξέκλινεν δὲ πρὸς αὐτὴν τὴν ὁδὸν καὶ εἶπεν αὐτῇ Ἔασόν με εἰσελθεῖν πρὸς σέ· οὐ γὰρ ἔγνω ὅτι ἡ νύμφη αὐτοῦ ἐστίν. ἡ δὲ εἶπεν Τί μοι δώσεις ἐὰν εἰσέλθῃς πρὸς μέ; 17ὁ δὲ εἶπεν Ἐγώ σοι ἀποστέλλω ἔριφον αἰγῶν ἐκ τῶν προβάτων. ἡ δὲ εἶπεν Ἐὰν δῷς ἀρραβῶνα ἕως τοῦ ἀποστεῖλαί σε. 18ὁ δὲ εἶπεν Τίνα τὸν ἀρραβῶνά σοι δώσω; ἡ δὲ εἶπεν Τὸν δακτύλιόν σου καὶ τὸν ὁρμίσκον καὶ τὴν ῥάβδον τὴν ἐν τῇ χειρί σου. καὶ ἔδωκεν αὐτῇ, καὶ εἰσῆλθεν πρὸς αὐτήν· καὶ ἐν γαστρὶ ἔλαβεν ἐξ αὐτοῦ. 19καὶ ἀναστᾶσα ἀπῆλθεν, καὶ περιείλατο τὸ θέριστρον ἀφ᾽ ἑαυτῆς, καὶ ἐνεδύσατο τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς.

20ἀπέστειλεν δὲ Ἰούδας τὸν ἔριφον ἐξ αἰγῶν ἐν χειρὶ τοῦ ποιμένος αὐτοῦ τοῦ Ὀδολλαμείτου, κομίσασθαι τὸν ἀρραβῶνα παρὰ τῆς γυναικός· καὶ οὐχ εὗρεν αὐτήν. 21ἐπηρώτησεν δὲ τοὺς ἄνδρας τοὺς ἐπὶ τοῦ τόπου Ποῦ ἐστιν ἡ πόρνη ἡ γενομένη ἐν Αἰνὰν ἐπὶ τῆς ὁδοῦ; καὶ εἶπαν Οὐκ ἦν ἐνταῦθα πόρνη. 22καὶ ἀπεστράφη πρὸς Ἰούδαν καὶ εἶπεν Οὐχ εὗρον, καὶ οἱ ἄνθρωποι οἱ ἐκ τοῦ τόπου λέγουσιν μὴ εἶναι ἐνταῦθα πόρνην. 23εἶπεν δὲ Ἰούδας Ἐχέτω αὐτά, ἀλλὰ μή ποτε καταγελασθῶμεν· ἐγὼ μὲν ἀπέσταλκα τὸν ἔριφον τοῦτον, σὺ δὲ οὐχ εὕρηκας.

24ἐγένετο δὲ μετὰ τρίμηνον ἀπηγγέλη τῷ Ἰούδᾳ λέγοντες Ἐκπεπόρνευκεν Θαμὰρ ἡ νύμφη σου, καὶ ἰδοὺ ἐν γαστρὶ ἔχει ἐκ πορνείας. εἶπεν δὲ Ἰούδας Ἐξαγάγετε αὐτὴν καὶ κατακαυθήτω. 25αὐτὴ δὲ ἀγομένη ἀπέστειλεν πρὸς τὸν πενθερὸν αὐτῆς λέγουσα Ἐκ τοῦ ἀνθρώπου τίνος ταῦτά ἐστιν ἐγὼ ἐν γαστρὶ ἔχω· καὶ εἶπεν Ἐπίγνωθι τίνος ὁ δακτύλιος καὶ ὁ ὁρμίσκος καὶ ἡ ῥάβδος αὕτη. 26ἐπέγνω δὲ Ἰούδας καὶ εἶπεν Δεδικαίωται Θαμὰρ ἢ ἐγώ, οὗ εἵνεκεν οὐκ ἔδωκα αὐτὴν Σηλὼμ τῷ υἱῷ μου· καὶ οὐ προσέθετο ἔτι τοῦ γνῶναι αὐτήν.

The Birth of Pharez and Zarah

27ἐγένετο δὲ ἡνίκα ἔτεκεν, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ κοιλίᾳ αὐτῆς. 28ἐγένετο δὲ ἐν τῷ τίκτειν αὐτὴν ὁ εἷς προεξήνεγκεν τὴν χεῖρα· λαβοῦσα δὲ ἡ μαῖα ἔδησεν ἐπὶ τὴν χεῖρα αὐτοῦ κόκκινον λέγουσα Οὗτος ἐξελεύσεται πρότερος. 29ὡς δὲ ἐπισυνήγαγεν τὴν χεῖρα, καὶ εὐθὺς ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ. ἡ δὲ εἶπεν Τί διεκόπη διὰ σὲ φραγμός; καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Φάρες. 30καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, ἐφ᾽ ᾧ ἦν ἐπὶ τὴν χεῖρα αὐτοῦ τὸ κόκκινον· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ζάρα.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Genesis 37
Top of Page
Top of Page