1 Samuel 18
Swete's Septuagint ABP ▾  HEB ▾ 

Jonathan Befriends David

1 2 3 4

Saul Envies David

5

6Καὶ ἐξῆλθον αἱ χορεύουσαι εἰς συνάντησιν Δαυεὶδ ἐκ πασῶν πόλεων Ἰσραὴλ ἐν τυμπάνοις καὶ ἐν χαρμοσύνῃ καὶ ἐν κυμβάλοις·

7καὶ ἐξῆρχον αἱ γυναῖκες καὶ ἔλεγον Ἐπάταξεν Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ, καὶ Δαυεὶδ ἐν μυριάσιν αὐτοῦ.

8καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα ἐν ὀφθαλμοῖς Σαοὺλ περὶ τοῦ λόγου τούτου, καὶ εἶπεν Τῷ Δαυεὶδ ἔδωκαν τὰς μυριάδας, καὶ ἐμοὶ ἔδωκαν τὰς χιλιάδας. 9καὶ ἦν Σαοὺλ ὑποβλεπόμενος τὸν Δαυεὶδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα.

10 11

12καὶ ἐφοβήθη Σαοὺλ ἀπὸ προσώπου Δαυείδ, 13καὶ ἀπέστησεν αὐτὸν ἀπ᾽ αὐτοῦ καὶ κατέστησεν αὐτὸν ἑαυτῷ χιλίαρχον· καὶ ἐξεπορεύετο καὶ εἰσεπορεύετο ἔμπροσθεν τοῦ λαοῦ. 14καὶ ἦν Δαυεὶδ ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ συνίων, καὶ Κύριος μετ᾽ αὐτοῦ. 15καὶ εἶδεν Σαοὺλ ὡς αὐτὸς συνίει σφόδρα, καὶ εὐλαβεῖτο ἀπὸ προσώπου αὐτοῦ. 16καὶ πᾶς Ἰσραὴλ καὶ Ἰούδας ἠγάπα τὸν Δαυείδ, ὅτι αὐτὸς εἰσεπορεύετο καὶ ἐξεπορεύετο πρὸ προσώπου τοῦ λαοῦ.

David Marries Michal

17 18 19

20καὶ ἠγάπησεν Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ τὸν Δαυείδ, καὶ ἀπηγγέλη Σαοὺλ καὶ ηὐθύνθη ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ. 21καὶ εἶπεν Σαούλ Δώσω αὐτὴν αὐτῷ, καὶ ἔσται αὐτῷ εἰς σκάνδαλον. καὶ ἦν ἐπὶ Σαοὺλ χεὶρ ἀλλοφύλων. 22καὶ ἐνετείλατο Σαοὺλ τοῖς παισὶν αὐτοῦ λέγων Λαλήσατε ὑμεῖς λάθρα τῷ Δαυεὶδ λέγοντες Ἰδοὺ ὁ βασιλεὺς θέλει ἐν σοί, καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀγαπῶσίν σε, καὶ σὺ ἐπιγάμβρευσον τῷ βασιλεῖ. 23καὶ ἐλάλησαν οἱ παῖδες Σαοὺλ εἰς τὰ ὦτα Δαυεὶδ τὰ ῥήματα ταῦτα· καὶ εἶπεν Δαυείδ Κοῦφον ἐν ὀφθαλμοῖς ὑμῶν ἐπιγαμβρεῦσαι βασιλεῖ; κἀγὼ ἀνὴρ ταπεινὸς καὶ οὐχὶ ἔνδοξος. 24καὶ ἀπήγγειλαν οἱ παῖδες Σαοὺλ αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα ἃ ἐλάλησεν Δαυείδ. 25καὶ εἶπεν Σαούλ Τάδε ἐρεῖτε τῷ Δαυείδ Οὐ βούλεται ὁ βασιλεὺς ἐν δόματι ἀλλ᾽ ἢ ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων, ἐκδικῆσαι ἐχθροὺς τοῦ βασιλέως. καὶ Σαοὺλ ἐλογίσατο αὐτὸν ἐμβαλεῖν εἰς χεῖρας τῶν ἀλλοφύλων. 26καὶ ἀπαγγέλλουσιν οἱ παῖδες Σαοὺλ τῷ Δαυεὶδ τὰ ῥήματα ταῦτα, καὶ εὐθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς Δαυεὶδ ἐπιγαμβρεῦσαι τῷ βασιλεῖ· 27καὶ ἀνέστη Δαυεὶδ καὶ ἐπορεύθη αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ, καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις ἑκατὸν ἄνδρας, καὶ ἀνήνεγκεν τὰς ἀκροβυστίας αὐτῶν τῷ βασιλεῖ, καὶ ἐπιγαμβρεύεται τῷ βασιλεῖ, καὶ δίδωσιν αὐτῷ τὴν Μελχὸλ θυγατέρα αὐτοῦ αὐτῷ εἰς γυναῖκα. 28καὶ εἶδεν Σαοὺλ ὅτι Κύριος μετὰ Δαυεὶδ καὶ πᾶς Ἰσραὴλ ἠγάπα αὐτόν, 29καὶ προσέθετο εὐλαβεῖσθαι ἀπὸ Δαυεὶδ ἔτι.

30

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

1 Samuel 17
Top of Page
Top of Page