1 Chronicles 23
Swete's Septuagint ABP ▾  HEB ▾ 

Solomon Reigns

1Καὶ Δαυεὶδ πρεσβύτης καὶ πλήρης ἡμερῶν, καὶ ἐβασίλευσεν Σαλωμὼν τὸν υἱὸν αὐτοῦ ἀντ᾽ αὐτοῦ ἐπὶ Ἰσραήλ. 2καὶ συνήγαγεν τοὺς πάντας ἄρχοντας Ἰσραὴλ καὶ τοὺς ἱερεῖς καὶ τοὺς Λευείτας.

Divisions of the Levites

3καὶ ἠρίθμησαν οἱ Λευεῖται ἀπὸ τριακονταετοῦς καὶ ἐπάνω, καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν εἰς ἄνδρας τριάκοντα καὶ ὀκτὼ χιλιάδας· 4ἀπὸ τῶν ἐργοδιωκτῶν ἐπὶ τὰ ἔργα οἴκου εἴκοσι τέσσαρες χιλιάδες, καὶ γραμματεῖς καὶ κριταὶ ἑξακισχίλιοι, 5καὶ τέσσαρες χιλιάδες αἰνοῦντες τῷ κυρίῳ ἐν τοῖς ὀργάνοις οἷς ἐποίησεν τοῦ αἰνεῖν τῷ κυρίῳ. 6καὶ διεῖλεν αὐτοὺς Δαυεὶδ ἐφημερίας τοῖς υἱοῖς Λευεί, τῷ Γεδσών, Καάθ, Μαραρεί·

The Gershonites

7καὶ τῷ Παροσώμ, τῷ Ἐδὰν καὶ τῷ Σεμεεί. 8υἱοὶ τῷ Ἐδάν· ὁ ἄρχων Ἰὴλ καὶ Ζεθὸμ καὶ Ἰωήλ. καὶ τρεῖς 9υἱοὶ Σεμεεί· Ἀλωθεὶμ καὶ Εἱειὴλ καὶ Αἱδάν, τρεῖς· οὗτοι ἄρχοντες πατριῶν τῶν Ἐδάν. 10καὶ τοῖς υἱοῖς Σεμεεί· Ἰὲθ καὶ Ζιζὰ καὶ Ἰῶας καὶ Βεριά· οὗτοι υἱοὶ Σεμεεί, τέσσαρες. 11καὶ ἦν Ἰὲθ ὁ ἄρχων, καὶ Ζιζὰ ὁ δεύτερος· καὶ Ἰῶας καὶ Βεριὰ οὐκ ἐπλήθυνεν υἱούς, καὶ ἐγένετο εἰς οἶκον πατριᾶς εἰς ἐπίσκεψιν μίαν.

The Kohathites

12υἱοὶ Καάθ· Ἀμβράμ, Ἰσσαάρ, Χεβρών, Ὀζειήλ, τέσσαρες. 13υἱοὶ Ἀμβράμ· Ἀαρὼν καὶ Μωσῆς. καὶ διεστάλη Ἀαρὼν τοῦ ἁγιασθῆναι ἅγια ἁγίων αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἕως αἰῶνος, τοῦ θυμιᾷν ἐναντίον τοῦ κυρίου, λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως αἰῶνος. 14καὶ Μωυσῆς ἄνθρωπος τοῦ θεοῦ, υἱοὶ αὐτοῦ ἐκλήθησαν εἰς φυλὴν τοῦ Λευεί. 15υἱοὶ Μωυσῆ· Γηρσὰμ καὶ Ἐλιέζερ. 16υἱοὶ Γηρσάμ· Σουβαὴλ ὁ ἄρχων. 17καὶ ἦσαν υἱοὶ τῷ Ἐλιέζερ Ῥααβιὰ ὁ ἄρχων, καὶ οὐκ ἦσαν υἱοὶ ἕτεροι· καὶ υἱοὶ Ῥααβιὰ ηὐξήθησαν εἰς ὕψος. 18υἱοὶ Ἰσσαάρ· Σαλωμὼθ ὁ ἄρχων. 19υἱῶν Χεβρών· Ἰδοὺδ ὁ ἄρχων, Ἀμαδιὰ ὁ δεύτερος, Ὀζιὴλ ὁ τρίτος, Ἰκεμίας ὁ τέταρτος. 20υἱοὶ Ὀζιήλ· Μειχᾶς ὁ ἄρχων καὶ Ἰσειὰ ὁ δεύτερος.

The Merarites

21υἱοὶ Μεραρεί· Μοολεὶ καὶ Ὀμουσεί· υἱοὶ Μοήλ· Ἐλεαζὰρ καὶ Κείς. 22καὶ ἀπέθανεν Ἐλεαζάρ, καὶ οὐκ ἦσαν αὐτῷ υἱοὶ ἀλλ᾽ ἢ θυγατέρες, καὶ ἔλαβον αὐτὰς υἱοὶ Κεὶς ἀδελφοὶ αὐτῶν. 23υἱοὶ Μουσεί· Μοολεὶ καὶ Αἶδαθ καὶ Ἀρειμώθ, τρεῖς.

Levite Duties Revised

24οὗτοι υἱοὶ Λευεὶ κατ᾽ οἴκους πατριῶν αὐτῶν, ἄρχοντες τῶν πατριῶν αὐτῶν κατὰ τὴν ἐπίσκεψιν αὐτῶν κατὰ τὸν ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν, ποιοῦντες τὰ ἔργα λειτουργίας οἴκου Κυρίου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω. 25ὅτι εἶπεν Δαυείδ Κατέπαυσεν Κύριος ὁ θεὸς Ἰσραὴλ τῷ λαῷ αὐτοῦ, καὶ κατεσκήνωσεν ἐν Ἰερουσαλὴμ ἕως αἰῶνος. 26καὶ οἱ Λευεῖται οὐκ ἦσαν αἴροντες τὴν σκηνὴν καὶ τὰ πάντα σκεύη αὐτῆς εἰς τὴν λειτουργίαν αὐτῆς· 27ὅτι ἐν τοῖς λόγοις Δαυεὶδ τοῖς ἐσχάτοις ἐστὶν ὁ ἀριθμὸς υἱῶν Λευεὶ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, 28ὅτι ἔστησεν αὐτοὺς ἐπὶ χεῖρα Ἀαρὼν τοῦ λειτουργεῖν ἐν οἴκῳ Κυρίου ἐπὶ τὰς αὐλὰς καὶ ἐπὶ τὰ παστοφόρια, καὶ ἐπὶ τὸν καθαρισμὸν τῶν πάντων ἁγίων, καὶ ἐπὶ τὰ ἔργα λειτουργίας τοῦ θεοῦ· 29εἰς τοὺς ἄρτους τῆς προθέσεως, εἰς τὴν σεμίδαλιν τῆς θυσίας, καὶ εἰς τὰ λάγανα τὰ ἄζυμα, καὶ εἰς τήγανον, καὶ εἰς τὴν πεφυραμένην, καὶ εἰς πᾶν μέτρον· 30καὶ τοῦ στῆναι πρωὶ τοῦ αἰνεῖν, ἐξομολογεῖσθαι τῷ κυρίῳ, καὶ οὕτως τὸ ἑσπέρας· 31καὶ ἐπὶ πάντων τῶν ἀναφερομένων ὁλοκαυτωμάτων τῷ κυρίῳ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νεομηνίαις καὶ ἐν ταῖς ἑορταῖς, κατὰ ἀριθμόν, κατὰ τὴν κρίσιν ἐπ᾽ αὐτοῖς διὰ παντὸς τῷ κυρίῳ. 32καὶ φυλάξουσιν τὰς φυλακὰς σκηνῆς τοῦ μαρτυρίου καὶ τὰς φυλακὰς υἱῶν Ἀαρὼν ἀδελφῶν αὐτῶν, τοῦ λειτουργεῖν ἐν οἴκῳ Κυρίου.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

1 Chronicles 22
Top of Page
Top of Page