Divisions of the Levites 1Καὶ τοὺς υἱοὺς Ἀαρὼν διαιρέσει Ναδὰβ καὶ Ἀβιούδ, Ἐλεαζὰρ καὶ Ἰθαμάρ· 2καὶ ἀπέθανεν Ναδὰβ καὶ Ἀβιοὺδ ἐναντίον τοῦ πατρὸς αὐτῶν, καὶ υἱοὶ οὐκ ἦσαν αὐτοῖς· καὶ ἱεράτευσεν Ἐλεαζὰρ καὶ Ἰθαμὰρ υἱοὶ Ἀαρών· 3καὶ διεῖλεν αὐτοὺς Δαυείδ, καὶ Σαδὼκ ἐκ τῶν υἱῶν Ἐλεαζάρ, καὶ Ἀχειμέλεχ ἐκ τῶν υἱῶν Ἰθαμάρ, κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, κατὰ τὴν λειτουργίαν αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν. 4καὶ εὑρέθησαν οἱ υἱοὶ Ἐλεαζὰρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς Ἰθαμάρ· καὶ διεῖλεν αὐτούς, τοῖς υἱοῖς Ἐλεαζὰρ ἄρχοντας εἰς οἴκους πατριῶν ἓξ καὶ δέκα, τοῖς υἱοῖς Ἀαρὼν Ἰθαμὰρ κατ᾽ οἴκους πατριῶν. 5καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους, ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων καὶ ἄρχοντες Κυρίου ἐν τοῖς υἱοῖς Ἐλεαζὰρ καὶ ἐν τοῖς υἱοῖς Ἰθαμάρ. 6καὶ ἔγραψεν αὐτοὺς Σαμαίας υἱὸς Ναθαναὴλ ὁ γραμματεὺς ἐκ τοῦ Λευεὶ κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ Σαδὼκ ὁ ἱερεύς, καὶ Ἀχειμέλεχ υἱὸς Ἀβιαθάρ, καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευειτῶν· οἴκου πατριᾶς εἷς εἷς τῷ Ἐλεαζὰρ καὶ εἷς εἷς τῷ Ἰθαμάρ. 7καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος τῷ Ἰαρείμ, τῷ Ἀναιδειὰ ὁ δεύτερος, 8τῷ Χαρὴβ ὁ τρίτος, τῷ Σεωρεὶμ ὁ τέταρτος, 9τῷ Μελχειὰ ὁ πέμπτος, τῷ Βενιαμεὶν ὁ ἕκτος, 10τῷ Κὼς ὁ ἕβδομος, τῷ Ἀβιὰ ὁ ὄγδοος, 11τῷ Ἰησοῦ ὁ ἔνατος, τῷ Ἰσχανιὰ ὁ δέκατος, 12τῷ Ἐλιαβιεὶ ὁ ἑνδέκατος, τῷ Ἰακεὶμ ὁ δωδέκατος, 13τῷ Ὁχχοφφὰ ὁ τρισκαιδέκατος, τῷ Γελβὰ ὁ τεσσαρεσκαιδέκατος, 14τῷ Ἐμμὴρ ὁ πεντεκαιδέκατος, τῷ Χηζεὶν ὁ ἑκκαιδέκατος, 15τῷ Ἁφεσὴ ὁ ἑπτακαιδέκατος, τῷ Φεταιὰ ὁ ὀκτωκαιδέκατος, 16τῷ Ἐζεκὴλ ὁ ἐννεακαιδέκατος, τῷ Ἀχεὶμ ὁ εἰκοστός, 17τῷ Γαμοὺλ ὁ εἷς καὶ εἰκοστός, τῷ Ἀδαλλαὶ ὁ δεύτερος καὶ εἰκοστός, 18τῷ Μαασαὶ ὁ τρίτος καὶ εἰκοστός. 19αὕτη ἡ ἐπίσκεψις αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν τοῦ εἰσπορεύεσθαι εἰς οἶκον Κυρίου κατὰ τὴν κρίσιν αὐτῶν διὰ χειρὸς Ἀαρὼν πατρὸς αὐτῶν, ὡς ἐνετείλατο Κύριος ὁ θεὸς Ἰσραήλ. The Remainder of the Levites 20Καὶ τοῖς υἱοῖς Λευεὶ τοῖς καταλοίποις· τοῖς υἱοῖς Ἀμβρὰμ Ἰωβαήλ, Ἰαδειά· 21τῷ Ῥααβιὰ ὁ ἄρχων. 22καὶ τῷ Ἰσσαρεὶ Σαλωμώθ· τοῖς υἱοῖς Σαλωμὼθ Ἰνάθ. 23υἱοὶ Ἰηδειμού· Ἀμαδιὰ ὁ δεύτερος, Ἰασὴ ὁ τρίτος, Ἰοκὸμ ὁ τέταρτος. 24Ὀζειὴλ Μειχά· υἱοὶ Μειχὰ Σαμήρ· 25ἀδελφὸς Μειχὰ Ἰσιά· υἱὸς Ἰσιὰ Ζαχαριά. 26υἱοὶ Μεραρεὶ Μοολεὶ καὶ Ὀμουσεί. υἱοὶ Ὀζειά· 27τοῦ Μεραρεὶ τῷ Ὀζειά, υἱοὶ αὐτοῦ Ἰσοὰμ καὶ Ζακχοὺρ καὶ Ἀβαί. 28τῷ Μοολεὶ Ἐλεαζὰρ καὶ Ἰθαμάρ· καὶ ἀπέθανεν Ἐλεαζὰρ καὶ οὐκ ἦσαν αὐτῷ υἱοί. 29τῷ Κείς· υἱοὶ τοῦ Κεὶς Ἰραμαήλ. 30καὶ υἱοὶ τοῦ Μοουσεὶ Μοολλεὶ καὶ Ἠλὰ καὶ Ἀρειμώθ. οὗτοι υἱοὶ τῶν Λευειτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν. 31καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους καθὼς οἱ ἀδελφοὶ αὐτῶν υἱοὶ Ἀαρὼν ἐναντίον τοῦ βασιλέως καὶ Σαδὼκ καὶ Ἀχειμέλεχ καὶ ἄρχων τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευειτῶν πατριάρχαι Ἁραάβ, καθὼς οἱ ἀδελφοὶ αὐτοῦ οἱ νεώτεροι. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |