1 Chronicles 17
Swete's Septuagint ABP ▾  HEB ▾ 

God's Covenant with David

1Καὶ ἐγένετο ὡς κατῴκησεν Δαυεὶδ ἐν οἴκῳ αὐτοῦ, καὶ εἶπεν Δαυεὶδ πρὸς Ναθὰν τὸν προφήτην Ἰδοὺ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς διαθήκης Κυρίου ὑποκάτω δέρρεων. 2καὶ εἶπεν Ναθὰν πρὸς Δαυείδ Πᾶν τὸ ἐν ψυχῇ σου ποίει, ὅτι θεὸς μετὰ σοῦ.

3Καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ναθάν 4Πορεύου καὶ εἰπὸν πρὸς Δαυεὶδ τὸν δοῦλόν μου Οὕτως εἶπεν Κύριος Οὐ σὺ οἰκοδομήσεις οἶκον τοῦ κατοικῆσαί με ἐν αὐτῷ. 5ὅτι οὐ κατῴκησα ἐν οἴκῳ ἀπὸ τῆς ἡμέρας ἧς ἀνήγαγον τὸν Ἰσραὴλ ἕως τῆς ἡμέρας ταύτης, καὶ ἤμην ἐν σκηνῇ καὶ ἐν καλύμματι 6ἐν πᾶσιν οἷς διῆλθον ἐν παντὶ Ἰσραήλ· εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ Ἰσραὴλ τοῦ ποιμαίνειν τὸν λαόν μου λέγων Ὅτι οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον; 7καὶ νῦν οὕτως ἐρεῖς τῷ δούλῳ μου Δαυεὶδ Τάδε λέγει Κύριος Παντοκράτωρ Ἔλαβόν σε ἐκ τῆς μάνδρας ἐξόπισθεν τῶν ποιμνίων τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ, 8καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπορεύθης, καὶ ἐξωλέθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου, καὶ ἐποίησά σοι ὄνομα κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς. 9καὶ θήσομαι τόπον τῷ λαῷ μου Ἰσραὴλ καὶ καταφυτεύσω αὐτόν, καὶ κατασκηνώσει καθ᾽ ἑαυτὸν καὶ οὐ μεριμνήσει ἔτι, καὶ οὐ προσθήσει ἀδικία τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀρχῆς. 10καὶ ἀφ᾽ ἡμερῶν ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ἰσραήλ, καὶ ἐταπείνωσα ἅπαντας τοὺς ἐχθρούς σου, καὶ αὐξήσω σε· καὶ οἰκοδομήσει σε Κύριος. 11καὶ ἔσται ὅταν πληρωθῶσιν ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃ ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ· 12αὐτὸς οἰκοδομήσει μοι οἶκον, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως αἰῶνος. 13ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν, καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπ᾽ αὐτοῦ ὡς ἀπέστησα ἀπὸ τῶν ὄντων ἔμπροσθέν σου. 14καὶ πιστώσω αὐτὸν ἐν οἴκῳ μου καὶ ἐν βασιλείᾳ αὐτοῦ ἕως αἰῶνος, καὶ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος ἕως αἰῶνος. 15κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησεν Ναθὰν πρὸς Δαυείδ.

David's Prayer

16Καὶ ἦλθεν ὁ βασιλεὺς Δαυεὶδ καὶ ἐκάθισεν ἀπέναντι Κυρίου, καὶ εἶπεν Τίς εἰμι ἐγώ, Κύριε ὁ θεός, καὶ τίς ὁ οἶκός μου, ὅτι ἠγάπησάς με ἕως αἰῶνος; 17καὶ ἐσμικρύνθη ταῦτα ἐνώπιόν σου ὁ θεός, καὶ ἐλάλησας ἐπὶ τὸν οἶκον τοῦ παιδός σου ἐκ μακρῶν, καὶ ἐπεῖδές με ὡς ὅρασις ἀνθρώπου καὶ ὕψωσάς με, Κύριε ὁ θεός. 18τί προσθήσει ἔτι Δαυεὶδ πρὸς σὲ τοῦ δοξάσαι; καὶ σὺ τὸν δοῦλόν σου οἶδας, 19καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας τὴν πᾶσαν μεγαλωσύνην. 20Κύριε, οὐκ ἔστιν ὅμοιός σοι, καὶ οὐκ ἔστιν πλὴν σοῦ κατὰ πάντα ὅσα ἠκούσαμεν ἐν ὠσὶν ἡμῶν. 21καὶ οὐκ ἔστιν ὡς ὁ λαός σου Ἰσραὴλ ἔθνος ἔτι ἐπὶ τῆς γῆς, ὡς ὡδήγησεν αὐτὸν ὁ θεὸς τοῦ λυτρώσασθαι ἑαυτῷ λαόν, τοῦ θέσθαι αὐτῷ ὄνομα μέγα καὶ ἐπιφανές, τοῦ ἐκβαλεῖν ἀπὸ προσώπου λαοῦ σου οὓς ἐλυτρώσω ἐξ Αἰγύπτου ἔθνη. 22καὶ ἔδωκας τὸν λαόν σου Ἰσραὴλ σεαυτῷ λαὸν ἕως αἰῶνος, καὶ σὺ Κύριος αὐτοῖς εἰς θεόν.

23καὶ νῦν, Κύριε, ὁ λόγος σου ὃν ἐλάλησας πρὸς τὸν παῖδά σου καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ πιστωθήτω ἕως αἰῶνος, 24λεγόντων Κύριε Κύριε Παντοκράτωρ θεὸς Ἰσραήλ· καὶ οἶκος Δαυεὶδ παιδός σου ἀνωρθωμένος ἐναντίον σου. 25ὅτι σὺ ἤνοιξας τὸ οὖς τοῦ παιδός σου τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον· διὰ τοῦτο εὗρεν ὁ παῖς σου τοῦ προσεύξασθαι κατὰ πρόσωπόν σου. 26καὶ νῦν, Κύριε, σὺ εἶ αὐτὸς θεός, καὶ ἐλάλησας ἐπὶ τὸν δοῦλόν σου τὰ ἀγαθὰ ταῦτα. 27καὶ νῦν ἦρξαι εὐλογῆσαι τὸν οἶκον τοῦ παιδός σου τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐναντίον σου· ὅτι σὺ εὐλόγησας, καὶ εὐλόγησον εἰς τὸν αἰῶνα.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

1 Chronicles 16
Top of Page
Top of Page