|
6 ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν τοῦτ’ ἔστιν Χριστὸν καταγαγεῖν 7 ἤ Τίς καταβήσεται εἰς τὴν ἄβυσσον τοῦτ’ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν 8 Ἀλλὰ τί λέγει Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου τοῦτ’ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν Romans 10:6-8, Hebrew & Greek Study Bible. Public domain.
|



