|
13 Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ’ αὐτοῦ 14 ὁ δὲ ‹Ἰωάννης› διεκώλυεν αὐτὸν λέγων Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι καὶ σὺ ἔρχῃ πρός με 15 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν ‹πρὸς αὐτόν› Ἄφες ἄρτι οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην τότε ἀφίησιν αὐτόν Matthew 3:13-15, Hebrew & Greek Study Bible. Public domain.
|



