|
21 Ὁ δὲ εἶπεν αὐτῇ Τί θέλεις Λέγει αὐτῷ Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν ‹σου› καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου 22 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν Οὐκ οἴδατε τί αἰτεῖσθε δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν ⧼ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι⧽ Λέγουσιν αὐτῷ Δυνάμεθα 23 Λέγει αὐτοῖς Τὸ μὲν ποτήριόν μου πίεσθε ⧼βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε⧽ τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός μου Matthew 20:21-23, Hebrew & Greek Study Bible. Public domain.
|



